Jude 1 in Greek

The Westcott and Hort text with a word by word English gloss under every Greek word. 456 words in 25 verses.

Open Jude 1 in the interlinear reader

1Ἰούδας Ἰησοῦ Χριστοῦ δοῦλος, ἀδελφὸς δὲ Ἰακώβου, τοῖς ἐν θεῷ πατρὶ ἠγαπημένοις καὶ Ἰησοῦ Χριστῷ τετηρημένοις κλητοῖς·

ἸούδαςJudeἸησοῦof JesusΧριστοῦChristδοῦλος,servant,ἀδελφὸςbrotherδὲthenἸακώβου,of James,τοῖςTo thoseἐνinθεῷGodπατρὶthe FatherἠγαπημένοιςlovedκαὶandἸησοῦin JesusΧριστῷChristτετηρημένοιςkeptκλητοῖς·called;

2ἔλεος ὑμῖν καὶ εἰρήνη καὶ ἀγάπη πληθυνθείη.

ἔλεοςMercyὑμῖνto youκαὶandεἰρήνηpeaceκαὶandἀγάπηloveπληθυνθείη.would be multiplied.

3Ἀγαπητοί, πᾶσαν σπουδὴν ποιούμενος γράφειν ὑμῖν περὶ τῆς κοινῆς ἡμῶν σωτηρίας, ἀνάγκην ἔσχον γράψαι ὑμῖν παρακαλῶν ἐπαγωνίζεσθαι τῇ ἅπαξ παραδοθείσῃ τοῖς ἁγίοις πίστει.

Ἀγαπητοί,Beloved,πᾶσανallσπουδὴνdiligenceποιούμενοςusingγράφεινto writeὑμῖνto youπερὶconcerningτῆςtheκοινῆςsharedἡμῶνof usσωτηρίας,salvation,ἀνάγκηνnecessityἔσχονI hadγράψαιto writeὑμῖνto youπαρακαλῶνexhorting youἐπαγωνίζεσθαιto contend earnestlyτῇfor theἅπαξonce for allπαραδοθείσῃhaving been deliveredτοῖςto theἁγίοιςsaintsπίστει.faith.

4παρεισέδυσαν γάρ τινες ἄνθρωποι, οἱ πάλαι προγεγραμμένοι εἰς τοῦτο τὸ κρίμα, ἀσεβεῖς, τὴν τοῦ θεοῦ ἡμῶν χάριτα μετατιθέντες εἰς ἀσέλγειαν καὶ τὸν μόνον δεσπότην καὶ κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἀρνούμενοι.

παρεισέδυσανCame in stealthilyγάρforτινεςcertainἄνθρωποι,men,οἱthoseπάλαιlong agoπρογεγραμμένοιdesignatedεἰςuntoτοῦτοthisτὸtheκρίμα,condemnation,ἀσεβεῖς,ungodly ones,τὴνtheτοῦof theθεοῦGodἡμῶνof usχάριταgraceμετατιθέντεςchangingεἰςintoἀσέλγειανsensualityκαὶandτὸνtheμόνονonlyδεσπότηνmasterκαὶandκύριονLordἡμῶνof usἸησοῦνJesusΧριστὸνChristἀρνούμενοι.denying.

5Ὑπομνῆσαι δὲ ὑμᾶς βούλομαι, εἰδότας πάντα, ὅτι κύριος ἅπαξ λαὸν ἐκ γῆς Αἰγύπτου σώσας τὸ δεύτερον τοὺς μὴ πιστεύσαντας ἀπώλεσεν.

ὙπομνῆσαιTo remindδὲnowὑμᾶςyouβούλομαι,I want,εἰδόταςknowingπάντα,everything,ὅτιthatκύριοςLordἅπαξonceλαὸνa peopleἐκout ofγῆςthe landΑἰγύπτουof Egyptσώσαςhaving savedτὸtheδεύτερονafterwardτοὺςthoseμὴnotπιστεύσανταςhaving believedἀπώλεσεν.He destroyed.

6ἀγγέλους τε τοὺς μὴ τηρήσαντας τὴν ἑαυτῶν ἀρχὴν ἀλλ᾽ ἀπολιπόντας τὸ ἴδιον οἰκητήριον, εἰς κρίσιν μεγάλης ἡμέρας δεσμοῖς ἀϊδίοις ὑπὸ ζόφον τετήρηκεν·

ἀγγέλουςThe angelsτεbothτοὺςtheμὴnotτηρήσανταςhaving keptτὴνtheἑαυτῶνtheir ownἀρχὴνdomainἀλλ᾽butἀπολιπόνταςhaving leftτὸtheἴδιονtheir ownοἰκητήριον,dwelling,εἰςuntoκρίσινthe judgmentμεγάληςof the greatἡμέραςdayδεσμοῖςin chainsἀϊδίοιςeternalὑπὸunderζόφονdarknessτετήρηκεν·He has kept;

7ὡς Σόδομα καὶ Γόμορρα καὶ αἱ περὶ αὐτὰς πόλεις τὸν ὅμοιον τρόπον τούτοις ἐκπορνεύσασαι καὶ ἀπελθοῦσαι ὀπίσω σαρκὸς ἑτέρας, πρόκεινται δεῖγμα πυρὸς αἰωνίου δίκην ὑπέχουσαι.

ὡςjust asΣόδομαSodomκαὶandΓόμορραGomorrahκαὶandαἱtheπερὶaroundαὐτὰςthemπόλειςcitiesτὸνtheὅμοιονin likeτρόπονmannerτούτοιςwith themἐκπορνεύσασαιhaving indulged in sexual immoralityκαὶandἀπελθοῦσαιhaving goneὀπίσωafterσαρκὸςfleshἑτέρας,strange,πρόκεινταιare set forth asδεῖγμαan exampleπυρὸςof fireαἰωνίουeternalδίκηνthe penaltyὑπέχουσαι.undergoing.

8ὁμοίως μέντοι καὶ οὗτοι ἐνυπνιαζόμενοι σάρκα μὲν μιαίνουσιν, κυριότητα δὲ ἀθετοῦσιν, δόξας δὲ βλασφημοῦσιν.

ὁμοίωςLikewiseμέντοιyetκαὶalsoοὗτοιtheseἐνυπνιαζόμενοιdreaming onesσάρκαthe fleshμὲνindeedμιαίνουσιν,defile,κυριότηταauthorityδὲhoweverἀθετοῦσιν,they set aside,δόξαςglorious onesδὲhoweverβλασφημοῦσιν.they blaspheme.

9ὁ δὲ Μιχαὴλ ὁ ἀρχάγγελος, ὅτε τῷ διαβόλῳ διακρινόμενος διελέγετο περὶ τοῦ Μωϋσέως σώματος, οὐκ ἐτόλμησεν κρίσιν ἐπενεγκεῖν βλασφημίας ἀλλ᾽ εἶπεν· ἐπιτιμήσαι σοι κύριος.

theδὲButΜιχαὴλMichaeltheἀρχάγγελος,archangel,ὅτεwhenτῷwith theδιαβόλῳdevilδιακρινόμενοςdisputingδιελέγετοhe was reasoningπερὶaboutτοῦtheΜωϋσέωςMoses’σώματος,body,οὐκnotἐτόλμησενdid dareκρίσινa judgmentἐπενεγκεῖνto bring against himβλασφημίαςblasphemyἀλλ᾽butεἶπεν·said;ἐπιτιμήσαιWould that he rebukeσοιyouκύριος.the Lord.

10οὗτοι δὲ ὅσα μὲν οὐκ οἴδασιν βλασφημοῦσιν· ὅσα δὲ φυσικῶς ὡς τὰ ἄλογα ζῷα ἐπίστανται, ἐν τούτοις φθείρονται.

οὗτοιTheseδὲhoweverὅσαas much asμὲνindeedοὐκnotοἴδασινthey understoodβλασφημοῦσιν·they denigrate;ὅσαas much asδὲhoweverφυσικῶςnaturallyὡςasτὰtheἄλογαirrationalζῷαanimalsἐπίστανται,they understand,ἐνinτούτοιςthese thingsφθείρονται.they corrupt themselves.

11οὐαὶ αὐτοῖς, ὅτι τῇ ὁδῷ τοῦ Κάϊν ἐπορεύθησαν καὶ τῇ πλάνῃ τοῦ Βαλαὰμ μισθοῦ ἐξεχύθησαν καὶ τῇ ἀντιλογίᾳ τοῦ Κόρε ἀπώλοντο.

οὐαὶWoeαὐτοῖς,to them,ὅτιbecauseτῇin theὁδῷwayτοῦtheΚάϊνof Cainἐπορεύθησανthey wentκαὶandτῇto theπλάνῃerrorτοῦtheΒαλαὰμof Balaamμισθοῦfor rewardἐξεχύθησανthey rushedκαὶandτῇin theἀντιλογίᾳrebellionτοῦtheΚόρεof Korahἀπώλοντο.they perished.

12Οὗτοί εἰσιν οἱ ἐν ταῖς ἀγάπαις ὑμῶν σπιλάδες, συνευωχούμενοι, ἀφόβως ἑαυτοὺς ποιμαίνοντες· νεφέλαι ἄνυδροι, ὑπὸ ἀνέμων παραφερόμεναι, δένδρα φθινοπωρινὰ ἄκαρπα, δὶς ἀποθανόντα, ἐκριζωθέντα·

ΟὗτοίTheseεἰσινareοἱthe onesἐνinταῖςtheἀγάπαιςlove feastsὑμῶνof youσπιλάδες,hidden reefs,συνευωχούμενοι,feasting together with youἀφόβωςfearlesslyἑαυτοὺςthemselvesποιμαίνοντες·shepherding;νεφέλαιcloudsἄνυδροι,without water,ὑπὸbyἀνέμωνwindsπαραφερόμεναι,being carried away,δένδραtreesφθινοπωρινὰautumnalἄκαρπα,without fruit,δὶςtwiceἀποθανόντα,having died,ἐκριζωθέντα·having been uprooted;

13κύματα ἄγρια θαλάσσης ἐπαφρίζοντα τὰς ἑαυτῶν αἰσχύνας, ἀστέρες πλανῆται οἷς ὁ ζόφος τοῦ σκότους εἰς αἰῶνα τετήρηται.

κύματαwavesἄγριαwildθαλάσσηςof the seaἐπαφρίζονταfoaming outτὰςtheἑαυτῶνtheir ownαἰσχύνας,shame,ἀστέρεςstarsπλανῆταιwanderingοἷςto whomtheζόφοςgloomτοῦtheσκότουςof darknessεἰςtoαἰῶναageτετήρηται.has been reserved.

14προεφήτευσεν δὲ καὶ τούτοις ἕβδομος ἀπὸ Ἀδὰμ Ἑνὼχ λέγων· ἰδοὺ ἦλθεν κύριος ἐν ἁγίαις μυριάσιν αὐτοῦ

προεφήτευσενHe prophesiedδὲthenκαὶalsoτούτοιςto theseἕβδομοςthe seventhἀπὸfromἈδὰμAdamἙνὼχEnochλέγων·saying:ἰδοὺBeholdἦλθενhas comeκύριοςthe Lordἐνamidstἁγίαιςholy onesμυριάσινmyriadsαὐτοῦof His

15ποιῆσαι κρίσιν κατὰ πάντων καὶ ἐλέγξαι πάντας τοὺς ἀσεβεῖς περὶ πάντων τῶν ἔργων ἀσεβείας αὐτῶν ὧν ἠσέβησαν, καὶ περὶ πάντων τῶν σκληρῶν ὧν ἐλάλησαν κατ᾽ αὐτοῦ ἁμαρτωλοὶ ἀσεβεῖς.

ποιῆσαιto carry outκρίσινjudgmentκατὰagainstπάντωνallκαὶandἐλέγξαιto convictπάνταςallτοὺςtheἀσεβεῖςungodlyπερὶconcerningπάντωνallτῶνtheἔργωνworksἀσεβείαςof ungodlinessαὐτῶνof themὧνin whichἠσέβησαν,they have been ungodly,καὶandπερὶconcerningπάντωνallτῶνtheσκληρῶνharsh thingsὧνthatἐλάλησανspokeκατ᾽againstαὐτοῦHimἁμαρτωλοὶsinnersἀσεβεῖς.ungodly.

16οὗτοί εἰσιν γογγυσταὶ μεμψίμοιροι, κατὰ τὰς ἐπιθυμίας αὐτῶν πορευόμενοι, καὶ τὸ στόμα αὐτῶν λαλεῖ ὑπέρογκα, θαυμάζοντες πρόσωπα ὠφελείας χάριν.

οὗτοίTheseεἰσινareγογγυσταὶgrumblersμεμψίμοιροι,discontented,κατὰafterτὰςtheἐπιθυμίαςlustsαὐτῶνof themπορευόμενοι,following,καὶandτὸtheστόμαmouthαὐτῶνof themλαλεῖspeaksὑπέρογκα,great swelling words,θαυμάζοντεςflatteringπρόσωπαfacesὠφελείαςof profitχάριν.because.

17Ὑμεῖς δὲ ἀγαπητοί, μνήσθητε τῶν ῥημάτων τῶν προειρημένων ὑπὸ τῶν ἀποστόλων τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ,

ὙμεῖςYou yourselvesδὲhoweverἀγαπητοί,beloved,μνήσθητεdo rememberτῶνtheῥημάτωνdeclarationsτῶνwhichπροειρημένωνspoken beforehandὑπὸbyτῶνtheἀποστόλωνapostlesτοῦof theκυρίουLordἡμῶνof usἸησοῦJesusΧριστοῦ,Christ,

18ὅτι ἔλεγον ὑμῖν ἐπ᾽ ἐσχάτου χρόνου ἔσονται ἐμπαῖκται κατὰ τὰς ἑαυτῶν ἐπιθυμίας πορευόμενοι τῶν ἀσεβειῶν.

ὅτιforἔλεγονthey were sayingὑμῖνto youἐπ᾽onἐσχάτουthis lastχρόνουtimeἔσονταιthere will beἐμπαῖκταιscoffersκατὰafterτὰςtheἑαυτῶνtheir ownἐπιθυμίαςpassionsπορευόμενοιfollowingτῶνtheἀσεβειῶν.of ungodlinesses.

19οὗτοί εἰσιν οἱ ἀποδιορίζοντες, ψυχικοί, πνεῦμα μὴ ἔχοντες.

οὗτοίTheseεἰσινareοἱthoseἀποδιορίζοντες,causing divisions,ψυχικοί,worldly-minded,πνεῦμαthe Spiritμὴnotἔχοντες.having.

20ὑμεῖς δέ, ἀγαπητοί, ἐποικοδομοῦντες ἑαυτοὺς τῇ ἁγιωτάτῃ ὑμῶν πίστει, ἐν πνεύματι ἁγίῳ προσευχόμενοι,

ὑμεῖςyou yourselvesδέ,however,ἀγαπητοί,beloved,ἐποικοδομοῦντεςbuilding upἑαυτοὺςyourselvesτῇin theἁγιωτάτῃmost holyὑμῶνof youπίστει,faithἐνinπνεύματιthe SpiritἁγίῳHolyπροσευχόμενοι,praying,

21ἑαυτοὺς ἐν ἀγάπῃ θεοῦ τηρήσατε, προσδεχόμενοι τὸ ἔλεος τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ εἰς ζωὴν αἰώνιον.

ἑαυτοὺςyourselvesἐνinἀγάπῃthe loveθεοῦof Godτηρήσατε,do keep,προσδεχόμενοιawaitingτὸtheἔλεοςmercyτοῦof theκυρίουLordἡμῶνof usἸησοῦJesusΧριστοῦChristεἰςuntoζωὴνlifeαἰώνιον.eternal.

22καὶ οὓς μὲν ἐλεᾶτε διακρινομένους,

καὶAndοὓςthose whoμὲνindeedἐλεᾶτεdo have mercy onδιακρινομένους,are doubting,

23σῴζετε ἐκ πυρὸς ἁρπάζοντες, οὓς δὲ ἐλεᾶτε ἐν φόβῳ, μισοῦντες καὶ τὸν ἀπὸ τῆς σαρκὸς ἐσπιλωμένον χιτῶνα.

σῴζετεdo saveἐκfromπυρὸςfireἁρπάζοντες,snatching ,οὓςto othersδὲthenἐλεᾶτεdo show mercyἐνwithφόβῳ,fear,μισοῦντεςhatingκαὶevenτὸνtheἀπὸbyτῆςtheσαρκὸςfleshἐσπιλωμένονstainedχιτῶνα.clothing.

24Τῷ δὲ δυναμένῳ φυλάξαι ὑμᾶς ἀπταίστους καὶ στῆσαι κατενώπιον τῆς δόξης αὐτοῦ ἀμώμους ἐν ἀγαλλιάσει,

ΤῷTo Himδὲnowδυναμένῳbeing ableφυλάξαιto keepὑμᾶςyouἀπταίστουςfrom stumblingκαὶandστῆσαιto present youκατενώπιονin the presence ofτῆςtheδόξηςgloryαὐτοῦof Himἀμώμουςblamelessἐνwithἀγαλλιάσει,exultation —

25μόνῳ θεῷ σωτῆρι ἡμῶν, διὰ Ἰησοῦ Χριστοῦ τοῦ κυρίου ἡμῶν, δόξα μεγαλωσύνη κράτος καὶ ἐξουσία πρὸ παντὸς τοῦ αἰῶνος καὶ νῦν καὶ εἰς πάντας τοὺς αἰῶνας, ἀμήν.

μόνῳto the onlyθεῷGodσωτῆριSaviorἡμῶν,of us,διὰthroughἸησοῦJesusΧριστοῦChristτοῦtheκυρίουLordἡμῶν,of us,δόξαbe gloryμεγαλωσύνηmajestyκράτοςdominionκαὶandἐξουσίαauthorityπρὸbeforeπαντὸςallτοῦtheαἰῶνοςageκαὶandνῦνnowκαὶandεἰςtoπάνταςallτοὺςtheαἰῶνας,ages,ἀμήν.Amen.