The Westcott and Hort text with a word by word English gloss under every Greek word. 826 words in 51 verses.
Open John 1 in the interlinear reader1Ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος.
ἘνIn theἀρχῇbeginningἦνwasὁtheλόγος,Word,καὶandὁtheλόγοςWordἦνwasπρὸςwithτὸνtheθεόν,God,καὶandθεὸςGodἦνwasὁtheλόγος.Word.
2οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν θεόν.
οὗτοςHeἦνwasἐνin theἀρχῇbeginningπρὸςwithτὸνtheθεόν.God.
3πάντα δι᾽ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἓν ὃ γέγονεν.
πάνταAll thingsδι᾽throughαὐτοῦHimἐγένετο,came into being,καὶandχωρὶςwithoutαὐτοῦHimἐγένετοcame into beingοὐδὲnot evenἓνone thingὃthatγέγονεν.has come into being.
4ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων,
ἐνInαὐτῷHimζωὴlifeἦν,was,καὶandἡtheζωὴlifeἦνwasτὸtheφῶςlightτῶνtheἀνθρώπων,of men,
5καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν.
καὶAndτὸtheφῶςLightἐνinτῇtheσκοτίᾳdarknessφαίνει,shines,καὶandἡtheσκοτίαdarknessαὐτὸitοὐnotκατέλαβεν.grasped it.
6Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης.
ἘγένετοThere cameἄνθρωποςa manἀπεσταλμένοςsentπαρὰfromθεοῦ,God,ὄνομαthe nameαὐτῷto HimἸωάννης.was John.
7οὗτος ἦλθεν εἰς μαρτυρίαν ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι᾽ αὐτοῦ.
οὗτοςHeἦλθενcameεἰςasμαρτυρίανa witnessἵναthatμαρτυρήσῃhe may testifyπερὶconcerningτοῦtheφωτός,Light,ἵναthatπάντεςallπιστεύσωσινmay believeδι᾽throughαὐτοῦ.him.
8οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ᾽ ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός.
οὐκNotἦνwasἐκεῖνοςHeτὸtheφῶς,Light,ἀλλ᾽butἵναthatμαρτυρήσῃhe may witnessπερὶconcerningτοῦtheφωτός.Light.
9ἦν τὸ φῶς τὸ ἀληθινὸν ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον.
ἦνWasτὸtheφῶςLightτὸtheἀληθινὸνtrueὃwhoφωτίζειenlightensπάνταeveryἄνθρωπονmanἐρχόμενονcomingεἰςintoτὸνtheκόσμον.world.
10ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι᾽ αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω.
ἐνInτῷtheκόσμῳworldἦν,He was,καὶandὁtheκόσμοςworldδι᾽throughαὐτοῦHimἐγένετο,came into being,καὶandὁtheκόσμοςworldαὐτὸνHimοὐκnotἔγνω.knew.
11εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον.
εἰςToτὰtheἴδιαHis ownἦλθεν,He came,καὶandοἱtheἴδιοιHis ownαὐτὸνHimοὐnotπαρέλαβον.received.
12ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ,
ὅσοιAs many asδὲhoweverἔλαβονreceivedαὐτόν,Him,ἔδωκενHe gaveαὐτοῖςto themἐξουσίανauthorityτέκναchildrenθεοῦof Godγενέσθαι,to be,τοῖςto thoseπιστεύουσινbelievingεἰςinτὸtheὄνομαnameαὐτοῦ,of Him,
13οἳ οὐκ ἐξ αἱμάτων οὐδὲ ἐκ θελήματος σαρκὸς οὐδὲ ἐκ θελήματος ἀνδρὸς ἀλλ᾽ ἐκ θεοῦ ἐγεννήθησαν.
οἳwhoοὐκnot bornἐξofαἱμάτωνbloodοὐδὲnor bornἐκofθελήματοςwillσαρκὸςof fleshοὐδὲnor bornἐκofθελήματοςwillἀνδρὸςof manἀλλ᾽butἐκofθεοῦGodἐγεννήθησαν.were born.
14καὶ ὁ λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας.
καὶAndὁtheλόγοςWordσὰρξfleshἐγένετοbecameκαὶandἐσκήνωσενHe dweltἐνamongἡμῖν,us,καὶandἐθεασάμεθαwe beheldτὴνtheδόξανgloryαὐτοῦ,of Him,δόξανa gloryὡςasμονογενοῦςof an only begottenπαρὰfromπατρός,the Father,πλήρηςfullχάριτοςof graceκαὶandἀληθείας.truth.
15Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· οὗτος ἦν ὁ εἰπών· ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν.
ἸωάννηςJohnμαρτυρεῖwitnessesπερὶconcerningαὐτοῦHimκαὶandκέκραγενhe has cried outλέγων·saying;οὗτοςThisἦνwas Heὁtheεἰπών·having saidὁThe Oneὀπίσωafterμουmeἐρχόμενοςcomingἔμπροσθένprecedenceμουover meγέγονεν,has,ὅτιbecauseπρῶτόςbeforeμουmeἦν.He was.’
16ὅτι ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν καὶ χάριν ἀντὶ χάριτος.
ὅτιForἐκfromτοῦtheπληρώματοςfullnessαὐτοῦof Himἡμεῖςwe ourselvesπάντεςallἐλάβομενhave receivedκαὶthenχάρινgraceἀντὶforχάριτος.grace.
17ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.
ὅτιForὁtheνόμοςlawδιὰthroughΜωϋσέωςMosesἐδόθη,was given,ἡtheχάριςgraceκαὶandἡtheἀλήθειαtruthδιὰthroughἸησοῦJesusΧριστοῦChristἐγένετο.came.
18Θεὸν οὐδεὶς ἑώρακεν πώποτε· μονογενὴς θεὸς ὁ ὢν εἰς τὸν κόλπον τοῦ πατρός, ἐκεῖνος ἐξηγήσατο.
ΘεὸνGodοὐδεὶςno oneἑώρακενhas seenπώποτε·ever yet;μονογενὴςonly begottenθεὸςGodὁwhoὢνis beingεἰςinτὸνtheκόλπονbosomτοῦof theπατρός,Father,ἐκεῖνοςHeἐξηγήσατο.has made Him known.
19καὶ αὕτη ἐστὶν ἡ μαρτυρία τοῦ Ἰωάννου ὅτε ἀπέστειλαν πρὸς αὐτὸν οἱ Ἰουδαῖοι ἐξ Ἱεροσολύμων ἱερεῖς καὶ Λευίτας ἵνα ἐρωτήσωσιν αὐτόν· σὺ τίς εἶ;
καὶAndαὕτηthisἐστὶνisἡtheμαρτυρίαtestimonyτοῦtheἸωάννουof JohnὅτεwhenἀπέστειλανsentπρὸςtoαὐτὸνhimοἱtheἸουδαῖοιJewsἐξfromἹεροσολύμωνJerusalemἱερεῖςpriestsκαὶandΛευίταςLevitesἵναthatἐρωτήσωσινthey may askαὐτόν·him;σὺYou yourselfτίςwhoεἶ;are?
20καὶ ὡμολόγησεν καὶ οὐκ ἠρνήσατο καὶ ὡμολόγησεν ὅτι ἐγὼ οὐκ εἰμὶ ὁ χριστός.
καὶAndὡμολόγησενhe confessedκαὶandοὐκnotἠρνήσατοdeniedκαὶbutὡμολόγησενconfessedὅτιthatἐγὼI myselfοὐκnotεἰμὶamὁtheχριστός.Christ.
21Καὶ ἠρώτησαν αὐτόν· τί οὖν; σὺ Ἠλίας εἶ; καὶ λέγει· οὐκ εἰμί. ὁ προφήτης εἶ σύ; καὶ ἀπεκρίθη· οὔ.
ΚαὶAndἠρώτησανthey askedαὐτόν·him;τίWhatοὖν;then?σὺYou yourselfἨλίαςElijahεἶ;areκαὶAndλέγει·he says;οὐκNotεἰμί.I am.ὁTheπροφήτηςprophetεἶareσύ;you yourself?καὶAndἀπεκρίθη·he answered;οὔ.No.
22εἶπαν οὖν αὐτῷ· τίς εἶ; ἵνα ἀπόκρισιν δῶμεν τοῖς πέμψασιν ἡμᾶς· τί λέγεις περὶ σεαυτοῦ;
εἶπανThey saidοὖνthereforeαὐτῷ·to him;τίςWhoεἶ;are you?ἵναThatἀπόκρισινan answerδῶμενwe may giveτοῖςto thoseπέμψασινhaving sentἡμᾶς·us;τίwhatλέγειςsay youπερὶaboutσεαυτοῦ;yourself?
23ἔφη· ἐγὼ φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ· εὐθύνατε τὴν ὁδὸν κυρίου· καθὼς εἶπεν Ἠσαΐας ὁ προφήτης.
ἔφη·He was saying;ἐγὼI myself amφωνὴa voiceβοῶντοςcryingἐνinτῇtheἐρήμῳ·wilderness;εὐθύνατεdo make straightτὴνtheὁδὸνwayκυρίου·of the Lord;καθὼςeven asεἶπενsaidἨσαΐαςIsaiahὁtheπροφήτης.prophet.
24καὶ ἀπεσταλμένοι ἦσαν ἐκ τῶν Φαρισαίων
καὶAndἀπεσταλμένοιsentἦσανwereἐκout fromτῶνtheΦαρισαίωνPharisees
25καὶ ἠρώτησαν αὐτὸν καὶ εἶπαν αὐτῷ· τί οὖν βαπτίζεις εἰ σὺ οὐκ εἶ ὁ χριστὸς οὐδὲ Ἠλίας οὐδὲ ὁ προφήτης;
καὶAndἠρώτησανthey askedαὐτὸνhimκαὶandεἶπανthey saidαὐτῷ·to him;τίWhyοὖνthenβαπτίζειςbaptize youεἰifσὺyou yourselfοὐκnotεἶareὁtheχριστὸςChristοὐδὲnorἨλίαςElijahοὐδὲnorὁtheπροφήτης;prophet?
26ἀπεκρίθη αὐτοῖς ὁ Ἰωάννης λέγων· ἐγὼ βαπτίζω ἐν ὕδατι· μέσος ὑμῶν στήκει ὃν ὑμεῖς οὐκ οἴδατε,
ἀπεκρίθηAnsweredαὐτοῖςthemὁtheἸωάννηςJohnλέγων·saying;ἐγὼI myselfβαπτίζωbaptizeἐνwithὕδατι·water;μέσοςin the midstὑμῶνof youστήκειhe standsὃνwhomὑμεῖςyou yourselvesοὐκnotοἴδατε,know,
27ὀπίσω μου ἐρχόμενος, οὗ οὐκ εἰμὶ ἐγὼ ἄξιος ἵνα λύσω αὐτοῦ τὸν ἱμάντα τοῦ ὑποδήματος.
ὀπίσωafterμουmeἐρχόμενος,coming,οὗof whomοὐκnotεἰμὶamἐγὼI myselfἄξιοςworthyἵναthatλύσωI may untieαὐτοῦof Himτὸνtheἱμάνταstrapτοῦof theὑποδήματος.sandal.
28ταῦτα ἐν Βηθανίᾳ ἐγένετο πέραν τοῦ Ἰορδάνου ὅπου ἦν ὁ Ἰωάννης βαπτίζων.
ταῦταThese thingsἐνinΒηθανίᾳBethanyἐγένετοtook placeπέρανacrossτοῦtheἸορδάνουJordanὅπουwhereἦνwasὁtheἸωάννηςJohnβαπτίζων.baptizing.
29Τῇ ἐπαύριον βλέπει τὸν Ἰησοῦν ἐρχόμενον πρὸς αὐτὸν καὶ λέγει· ἴδε ὁ ἀμνὸς τοῦ θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου.
ΤῇOn theἐπαύριονnext dayβλέπειhe seesτὸνtheἸησοῦνJesusἐρχόμενονcomingπρὸςtoαὐτὸνhimκαὶandλέγει·says;ἴδεBeholdὁtheἀμνὸςLambτοῦtheθεοῦ,of God,ὁwhoαἴρωνis taking awayτὴνtheἁμαρτίανsinτοῦof theκόσμου.world.
30οὗτός ἐστιν ὑπὲρ οὗ ἐγὼ εἶπον· ὀπίσω μου ἔρχεται ἀνὴρ ὃς ἔμπροσθέν μου γέγονεν ὅτι πρῶτός μου ἦν.
οὗτόςHeἐστινit isὑπὲρconcerningοὗwhomἐγὼI myselfεἶπον·said;ὀπίσωAfterμουmeἔρχεταιcomesἀνὴρa manὃςwhoἔμπροσθένprecedenceμουover meγέγονενhasὅτιbecauseπρῶτόςbeforeμουmeἦν.He was.
31κἀγὼ οὐκ ᾔδειν αὐτόν, ἀλλ᾽ ἵνα φανερωθῇ τῷ Ἰσραήλ, διὰ τοῦτο ἦλθον ἐγὼ ἐν ὕδατι βαπτίζων.
κἀγὼAnd I myselfοὐκnotᾔδεινknewαὐτόν,Him,ἀλλ᾽butἵναthatφανερωθῇHe may be revealedτῷtheἸσραήλ,to Israel,διὰbecause ofτοῦτοthisἦλθονcameἐγὼI myselfἐνwithὕδατιwaterβαπτίζων.baptizing.
32καὶ ἐμαρτύρησεν Ἰωάννης λέγων ὅτι τεθέαμαι τὸ πνεῦμα καταβαῖνον ὡς περιστερὰν ἐξ οὐρανοῦ, καὶ ἔμεινεν ἐπ᾽ αὐτόν.
καὶAndἐμαρτύρησενbore witnessἸωάννηςJohnλέγωνsayingὅτιthatτεθέαμαιI have beheldτὸtheπνεῦμαSpiritκαταβαῖνονdescendingὡςasπεριστερὰνa doveἐξout ofοὐρανοῦ,heaven,καὶandἔμεινενit remainedἐπ᾽uponαὐτόν.Him.
33κἀγὼ οὐκ ᾔδειν αὐτόν, ἀλλ᾽ ὁ πέμψας με βαπτίζειν ἐν ὕδατι, ἐκεῖνός μοι εἶπεν· ἐφ᾽ ὃν ἂν ἴδῃς τὸ πνεῦμα καταβαῖνον καὶ μένον ἐπ᾽ αὐτόν, οὗτός ἐστιν ὁ βαπτίζων ἐν πνεύματι ἁγίῳ.
κἀγὼAnd I myselfοὐκnotᾔδεινknewαὐτόν,Him,ἀλλ᾽butὁthe Oneπέμψαςhaving sentμεmeβαπτίζεινto baptizeἐνwithὕδατι,water,ἐκεῖνόςHeμοιto meεἶπεν·said;ἐφ᾽Uponὃνwhomἂνmaybeἴδῃςyou may seeτὸtheπνεῦμαSpiritκαταβαῖνονdescendingκαὶandμένονabidingἐπ᾽onαὐτόν,Him,οὗτόςHeἐστινisὁthe Oneβαπτίζωνbaptizingἐνwithπνεύματιthe Spiritἁγίῳ.Holy.
34κἀγὼ ἑώρακα καὶ μεμαρτύρηκα ὅτι οὗτός ἐστιν ὁ υἱὸς τοῦ θεοῦ.
κἀγὼAnd I myselfἑώρακαhave seenκαὶandμεμαρτύρηκαhave borne witnessὅτιthatοὗτόςthisἐστινisὁtheυἱὸςSonτοῦtheθεοῦ.of God.
35Τῇ ἐπαύριον πάλιν εἱστήκει Ἰωάννης καὶ ἐκ τῶν μαθητῶν αὐτοῦ δύο.
ΤῇOn theἐπαύριονnext dayπάλινagainεἱστήκειhad stoodἸωάννηςJohnκαὶandἐκofτῶνtheμαθητῶνdisciplesαὐτοῦof himδύο.two.
36καὶ ἐμβλέψας τῷ Ἰησοῦ περιπατοῦντι λέγει· ἴδε ὁ ἀμνὸς τοῦ θεοῦ.
καὶAndἐμβλέψαςhaving looked atτῷtheἸησοῦJesusπεριπατοῦντιwalkingλέγει·he says;ἴδεBeholdὁtheἀμνὸςLambτοῦtheθεοῦ.of God!
37καὶ ἤκουσαν οἱ δύο μαθηταὶ αὐτοῦ λαλοῦντος καὶ ἠκολούθησαν τῷ Ἰησοῦ.
καὶAndἤκουσανheardοἱtheδύοtwoμαθηταὶdisciplesαὐτοῦof HimλαλοῦντοςHim speakingκαὶandἠκολούθησανthey followedτῷtheἸησοῦ.Jesus.
38Στραφεὶς δὲ ὁ Ἰησοῦς καὶ θεασάμενος αὐτοὺς ἀκολουθοῦντας λέγει αὐτοῖς· τί ζητεῖτε; οἱ δὲ εἶπαν αὐτῷ· ῥαββί, ὃ λέγεται μεθερμηνευόμενον διδάσκαλε, ποῦ μένεις;
ΣτραφεὶςHaving turnedδὲthenὁtheἸησοῦςJesusκαὶandθεασάμενοςhaving beheldαὐτοὺςthemἀκολουθοῦνταςfollowingλέγειHe saysαὐτοῖς·to them;τίWhatζητεῖτε;seek you?οἱtheδὲAndεἶπανthey saidαὐτῷ·to Him;ῥαββί,Rabbiὃwhichλέγεταιis to sayμεθερμηνευόμενονmeaningδιδάσκαλε,Teacher —ποῦwhereμένεις;are You staying?
39λέγει αὐτοῖς· ἔρχεσθε καὶ ὄψεσθε. ἦλθαν οὖν καὶ εἶδαν ποῦ μένει, καὶ παρ᾽ αὐτῷ ἔμειναν τὴν ἡμέραν ἐκείνην· ὥρα ἦν ὡς δεκάτη.
λέγειHe saysαὐτοῖς·to them;ἔρχεσθεdo comeκαὶandὄψεσθε.you will behold.ἦλθανThey wentοὖνthereforeκαὶandεἶδανsawποῦwhereμένει,He abides,καὶandπαρ᾽withαὐτῷHimἔμεινανthey stayedτὴνtheἡμέρανdayἐκείνην·that;ὥραThe hourἦνwasὡςaboutδεκάτη.the tenth.
40ἦν Ἀνδρέας ὁ ἀδελφὸς Σίμωνος Πέτρου εἷς ἐκ τῶν δύο τῶν ἀκουσάντων παρὰ Ἰωάννου καὶ ἀκολουθησάντων αὐτῷ.
ἦνWasἈνδρέαςAndrewὁtheἀδελφὸςbrotherΣίμωνοςof SimonΠέτρουPeterεἷςoneἐκofτῶνtheδύοtwoτῶνwhichἀκουσάντωνhaving heardπαρὰfromἸωάννουJohnκαὶandἀκολουθησάντωνhaving followedαὐτῷ.Him.
41Εὑρίσκει οὗτος πρῶτον τὸν ἀδελφὸν τὸν ἴδιον Σίμωνα καὶ λέγει αὐτῷ· εὑρήκαμεν τὸν Μεσσίαν, ὅ ἐστιν μεθερμηνευόμενον χριστός.
ΕὑρίσκειFindsοὗτοςheπρῶτονfirstτὸνtheἀδελφὸνbrotherτὸνtheἴδιονhis ownΣίμωναSimonκαὶandλέγειhe saysαὐτῷ·to him;εὑρήκαμενWe have foundτὸνtheΜεσσίαν,Messiah,ὅwhichἐστινisμεθερμηνευόμενονbeing translatedχριστός.Christ.
42ἤγαγεν αὐτὸν πρὸς τὸν Ἰησοῦν. ἐμβλέψας αὐτῷ ὁ Ἰησοῦς εἶπεν· σὺ εἶ Σίμων ὁ υἱὸς Ἰωάννου· σὺ κληθήσῃ Κηφᾶς, ὃ ἑρμηνεύεται Πέτρος.
ἤγαγενHe ledαὐτὸνhimπρὸςtoτὸνtheἸησοῦν.Jesus.ἐμβλέψαςHaving looked atαὐτῷhimὁtheἸησοῦςJesusεἶπεν·said;σὺYou yourselfεἶareΣίμωνSimonὁtheυἱὸςsonἸωάννου·of John;σὺYou yourselfκληθήσῃwill be calledΚηφᾶς,CephasὃwhichἑρμηνεύεταιmeansΠέτρος.Peter.
43Τῇ ἐπαύριον ἠθέλησεν ἐξελθεῖν εἰς τὴν Γαλιλαίαν καὶ εὑρίσκει Φίλιππον καὶ λέγει αὐτῷ ὁ Ἰησοῦς· ἀκολούθει μοι.
ΤῇOn theἐπαύριονnext dayἠθέλησενHe desiredἐξελθεῖνto go forthεἰςintoτὴνtheΓαλιλαίανGalileeκαὶAndεὑρίσκειHe findsΦίλιππονPhilipκαὶAndλέγειsaysαὐτῷto himὁtheἸησοῦς·Jesus;ἀκολούθειdo followμοι.Me.
44ἦν δὲ ὁ Φίλιππος ἀπὸ Βηθσαϊδά, ἐκ τῆς πόλεως Ἀνδρέου καὶ Πέτρου.
ἦνWasδὲnowὁtheΦίλιπποςPhilipἀπὸfromΒηθσαϊδά,Bethsaida,ἐκfromτῆςtheπόλεωςcityἈνδρέουof AndrewκαὶandΠέτρου.Peter.
45Εὑρίσκει Φίλιππος τὸν Ναθαναὴλ καὶ λέγει αὐτῷ· ὃν ἔγραψεν Μωϋσῆς ἐν τῷ νόμῳ καὶ οἱ προφῆται, εὑρήκαμεν, Ἰησοῦν υἱὸν τοῦ Ἰωσὴφ τὸν ἀπὸ Ναζαρέτ.
ΕὑρίσκειFindsΦίλιπποςPhilipτὸνtheΝαθαναὴλNathanaelκαὶandλέγειsaysαὐτῷ·to him;ὃνHim whomἔγραψενwrote ofΜωϋσῆςMosesἐνinτῷtheνόμῳLawκαὶalsoοἱtheπροφῆται,prophets,εὑρήκαμεν,we have found,ἸησοῦνJesusυἱὸνsonτοῦtheἸωσὴφof JosephτὸνtheἀπὸofΝαζαρέτ.Nazareth.
46καὶ εἶπεν αὐτῷ Ναθαναήλ· ἐκ Ναζαρὲτ δύναταί τι ἀγαθὸν εἶναι; λέγει αὐτῷ ὁ Φίλιππος· ἔρχου καὶ ἴδε.
καὶAndεἶπενsaidαὐτῷto himΝαθαναήλ·Nathanael;ἐκOut ofΝαζαρὲτNazarethδύναταίis ableτιanyἀγαθὸνgood thingεἶναι;to be?λέγειSaysαὐτῷto himὁtheΦίλιππος·Philip;ἔρχουdo comeκαὶandἴδε.do see.
47Εἶδεν Ἰησοῦς τὸν Ναθαναὴλ ἐρχόμενον πρὸς αὐτὸν καὶ λέγει περὶ αὐτοῦ· ἴδε ἀληθῶς Ἰσραηλίτης ἐν ᾧ δόλος οὐκ ἔστιν.
ΕἶδενSawἸησοῦςJesusτὸνtheΝαθαναὴλNathanaelἐρχόμενονcomingπρὸςtoαὐτὸνHimκαὶandλέγειHe saysπερὶconcerningαὐτοῦ·him;ἴδεBeholdἀληθῶςtrulyἸσραηλίτηςan Israeliteἐνinᾧwhomδόλοςdeceitοὐκnotἔστιν.there is.
48λέγει αὐτῷ Ναθαναήλ· πόθεν με γινώσκεις; ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ· πρὸ τοῦ σε Φίλιππον φωνῆσαι ὄντα ὑπὸ τὴν συκῆν εἶδόν σε.
λέγειSaysαὐτῷto HimΝαθαναήλ·Nathanael;πόθενFrom whereμεmeγινώσκεις;know You?ἀπεκρίθηAnsweredἸησοῦςJesusκαὶandεἶπενsaidαὐτῷ·to him;πρὸBeforeτοῦtheσεyouΦίλιππονPhilipφωνῆσαιcallingὄνταbeingὑπὸunderτὴνtheσυκῆνfig treeεἶδόνI sawσε.you.
49ἀπεκρίθη αὐτῷ Ναθαναήλ ῥαββί, σὺ εἶ ὁ υἱὸς τοῦ θεοῦ, σὺ βασιλεὺς εἶ τοῦ Ἰσραήλ.
ἀπεκρίθηAnsweredαὐτῷto himΝαθαναήλNathanaelῥαββί,Rabbi,σὺYou yourselfεἶareὁtheυἱὸςSonτοῦtheθεοῦ,of God,σὺYou yourselfβασιλεὺςKingεἶareτοῦtheἸσραήλ.of Israel.
50Ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ· ὅτι εἶπόν σοι ὅτι εἶδόν σε ὑποκάτω τῆς συκῆς, πιστεύεις; μείζω τούτων ὄψῃ.
ἈπεκρίθηAnsweredἸησοῦςJesusκαὶandεἶπενsaidαὐτῷ·to him;ὅτιBecauseεἶπόνI saidσοιto youὅτιthatεἶδόνI sawσεyouὑποκάτωunderτῆςtheσυκῆς,fig tree,πιστεύεις;believe you?μείζωGreater thingsτούτωνthan theseὄψῃ.You will see.
51καὶ λέγει αὐτῷ· ἀμὴν ἀμὴν λέγω ὑμῖν ὄψεσθε τὸν οὐρανὸν ἀνεῳγότα καὶ τοὺς ἀγγέλους τοῦ θεοῦ ἀναβαίνοντας καὶ καταβαίνοντας ἐπὶ τὸν υἱὸν τοῦ ἀνθρώπου.
καὶAndλέγειHe saysαὐτῷ·to him;ἀμὴνAmenἀμὴνAmenλέγωI sayὑμῖνto all of youὄψεσθεyou will beholdτὸνtheοὐρανὸνheavenἀνεῳγόταhaving openedκαὶandτοὺςtheἀγγέλουςangelsτοῦtheθεοῦof GodἀναβαίνονταςascendingκαὶandκαταβαίνονταςdescendingἐπὶonτὸνtheυἱὸνSonτοῦtheἀνθρώπου.of Man.