James 4 in Greek

The Westcott and Hort text with a word by word English gloss under every Greek word. 274 words in 17 verses.

Open James 4 in the interlinear reader

1Πόθεν πόλεμοι καὶ πόθεν μάχαι ἐν ὑμῖν; οὐκ ἐντεῦθεν, ἐκ τῶν ἡδονῶν ὑμῶν τῶν στρατευομένων ἐν τοῖς μέλεσιν ὑμῶν;

ΠόθενFrom whereπόλεμοιcome disputesκαὶandπόθενfrom whereμάχαιquarrelsἐνamongὑμῖν;you?οὐκSurelyἐντεῦθεν,from there,ἐκout ofτῶνtheἡδονῶνpassionsὑμῶνof youτῶνthoseστρατευομένωνwarringἐνinτοῖςtheμέλεσινmembersὑμῶν;of you?

2ἐπιθυμεῖτε καὶ οὐκ ἔχετε· φονεύετε καὶ ζηλοῦτε καὶ οὐ δύνασθε ἐπιτυχεῖν· μάχεσθε καὶ πολεμεῖτε· οὐκ ἔχετε διὰ τὸ μὴ αἰτεῖσθαι ὑμᾶς·

ἐπιθυμεῖτεYou desireκαὶandοὐκnotἔχετε·have;φονεύετεyou killκαὶandζηλοῦτεcovetκαὶandοὐnotδύνασθεare ableἐπιτυχεῖν·to obtain;μάχεσθεYou quarrelκαὶandπολεμεῖτε·wrangle;οὐκNotἔχετεyou haveδιὰbecauseτὸtheμὴnotαἰτεῖσθαιto askὑμᾶς·you;

3αἰτεῖτε καὶ οὐ λαμβάνετε, διότι κακῶς αἰτεῖσθε, ἵνα ἐν ταῖς ἡδοναῖς ὑμῶν δαπανήσητε.

αἰτεῖτεYou askκαὶandοὐnotλαμβάνετε,receive,διότιbecauseκακῶςwronglyαἰτεῖσθε,you ask,ἵναthatἐνinταῖςtheἡδοναῖςpleasuresὑμῶνof youδαπανήσητε.you may spend it.

4μοιχαλίδες, οὐκ οἴδατε ὅτι ἡ φιλία τοῦ κόσμου ἔχθρα τοῦ θεοῦ ἐστιν; ὃς ἐὰν οὖν βουληθῇ φίλος εἶναι τοῦ κόσμου, ἐχθρὸς τοῦ θεοῦ καθίσταται.

μοιχαλίδες,Adulteresses!οὐκSurelyοἴδατεyou knowὅτιthattheφιλίαfriendshipτοῦwith theκόσμουworldἔχθραhostilityτοῦtheθεοῦwith Godἐστιν;is?ὃςWhoeverἐὰνmaybeοὖνthereforeβουληθῇshall chooseφίλοςa friendεἶναιto beτοῦof theκόσμου,world,ἐχθρὸςan enemyτοῦtheθεοῦof Godκαθίσταται.is appointed.

5ἢ δοκεῖτε ὅτι κενῶς ἡ γραφὴ λέγει; πρὸς φθόνον ἐπιποθεῖ τὸ πνεῦμα ὃ κατῴκισεν ἐν ἡμῖν,

Orδοκεῖτεthink youὅτιthatκενῶςin vaintheγραφὴScriptureλέγει;speaks?πρὸςWithφθόνονenvyἐπιποθεῖyearnsτὸtheπνεῦμαSpiritthatκατῴκισενhe settledἐνinἡμῖν,us,

6μείζονα δὲ δίδωσιν χάριν· διὸ λέγει· ὁ θεὸς ὑπερηφάνοις ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσιν χάριν.

μείζοναGreaterδὲhoweverδίδωσινHe givesχάριν·grace;διὸThereforeλέγει·it says:theθεὸςGodὑπερηφάνοιςthe proudἀντιτάσσεται,opposes,ταπεινοῖςto the humbleδὲhoweverδίδωσινgivesχάριν.grace.

7ὑποτάγητε οὖν τῷ θεῷ. ἀντίστητε δὲ τῷ διαβόλῳ καὶ φεύξεται ἀφ᾽ ὑμῶν,

ὑποτάγητεdo be subjectedοὖνthereforeτῷtheθεῷ.to God.ἀντίστητεdo resistδὲhoweverτῷtheδιαβόλῳdevilκαὶandφεύξεταιhe will fleeἀφ᾽fromὑμῶν,you,

8ἐγγίσατε τῷ θεῷ καὶ ἐγγιεῖ ὑμῖν. καθαρίσατε χεῖρας, ἁμαρτωλοί, καὶ ἁγνίσατε καρδίας, δίψυχοι.

ἐγγίσατεdo draw nearτῷtheθεῷto GodκαὶandἐγγιεῖHe will draw nearὑμῖν.to you.καθαρίσατεdo cleanseχεῖρας,your hands,ἁμαρτωλοί,you sinners,καὶandἁγνίσατεdo purifyκαρδίας,hearts,δίψυχοι.you double-minded.

9ταλαιπωρήσατε καὶ πενθήσατε καὶ κλαύσατε· ὁ γέλως ὑμῶν εἰς πένθος μετατραπήτω καὶ ἡ χαρὰ εἰς κατήφειαν.

ταλαιπωρήσατεdo be grievedκαὶandπενθήσατεdo mournκαὶandκλαύσατε·do weep;Theγέλωςlaughterὑμῶνof youεἰςtoπένθοςmourningμετατραπήτωshould be turnedκαὶandtheχαρὰjoyεἰςtoκατήφειαν.gloom.

10ταπεινώθητε ἐνώπιον κυρίου καὶ ὑψώσει ὑμᾶς.

ταπεινώθητεdo be humbledἐνώπιονin the presence ofκυρίουLordκαὶandὑψώσειHe will exaltὑμᾶς.you.

11Μὴ καταλαλεῖτε ἀλλήλων, ἀδελφοί· ὁ καταλαλῶν ἀδελφοῦ ἢ κρίνων τὸν ἀδελφὸν αὐτοῦ καταλαλεῖ νόμου καὶ κρίνει νόμον· εἰ δὲ νόμον κρίνεις, οὐκ εἶ ποιητὴς νόμου ἀλλὰ κριτής.

ΜὴNotκαταλαλεῖτεdo speak againstἀλλήλων,one another,ἀδελφοί·brothers;The oneκαταλαλῶνspeaking againstἀδελφοῦhis brotherorκρίνωνjudgingτὸνtheἀδελφὸνbrotherαὐτοῦof himκαταλαλεῖspeaks againstνόμουthe Lawκαὶandκρίνειjudgesνόμον·the Law;εἰIfδὲhoweverνόμονthe Lawκρίνεις,you judge,οὐκnotεἶyou areποιητὴςa doerνόμουof the Lawἀλλὰbutκριτής.a judge.

12εἷς ἐστιν νομοθέτης καὶ κριτὴς ὁ δυνάμενος σῶσαι καὶ ἀπολέσαι· σὺ δὲ τίς εἶ ὁ κρίνων τὸν πλησίον;

εἷςOneἐστινthere isνομοθέτηςLawgiverκαὶandκριτὴςJudgewhoδυνάμενοςis being ableσῶσαιto saveκαὶandἀπολέσαι·to destroy;σὺYou yourselfδὲhoweverτίςwhoεἶareyou who areκρίνωνjudgingτὸνtheπλησίον;neighbour?

13Ἄγε νῦν οἱ λέγοντες· σήμερον ἢ αὔριον πορευσόμεθα εἰς τήνδε τὴν πόλιν καὶ ποιήσομεν ἐκεῖ ἐνιαυτὸν καὶ ἐμπορευσόμεθα καὶ κερδήσομεν·

Ἄγεdo comeνῦνnowοἱyou who areλέγοντες·saying;σήμερονTodayorαὔριονtomorrowπορευσόμεθαwe will goεἰςintoτήνδεsuchτὴνtheπόλινcityκαὶandποιήσομενwill spendἐκεῖthereἐνιαυτὸνa yearκαὶandἐμπορευσόμεθαwill tradeκαὶandκερδήσομεν·will make a profit;

14οἵτινες οὐκ ἐπίστασθε τῆς αὔριον ποία ἡ ζωὴ ὑμῶν. ἀτμὶς γάρ ἐστε πρὸς ὀλίγον φαινομένη ἔπειτα καὶ ἀφανιζομένη·

οἵτινεςyou whoοὐκnotἐπίστασθεyou knowτῆςon theαὔριονnext day isποίαWhat istheζωὴlifeὑμῶν.of you!ἀτμὶςA vaporγάρjustἐστεyou areπρὸςforὀλίγονa little whileφαινομένηappearingἔπειταthenκαὶalsoἀφανιζομένη·vanishing;

15ἀντὶ τοῦ λέγειν ὑμᾶς· ἐὰν ὁ κύριος θέλῃ καὶ ζήσομεν καὶ ποιήσομεν τοῦτο ἢ ἐκεῖνο.

ἀντὶInstead oughtτοῦtheλέγεινto sayὑμᾶς·you;ἐὰνIftheκύριοςLordθέλῃwishesκαὶbothζήσομενwe will liveκαὶandποιήσομενwe will doτοῦτοthisorἐκεῖνο.that.

16νῦν δὲ καυχᾶσθε ἐν ταῖς ἀλαζονείαις ὑμῶν· πᾶσα καύχησις τοιαύτη πονηρά ἐστιν.

νῦνNowδὲhoweverκαυχᾶσθεyou boastἐνinταῖςtheἀλαζονείαιςarroganceὑμῶν·of you;πᾶσαAllκαύχησιςboastingτοιαύτηsuchπονηράevilἐστιν.is.

17εἰδότι οὖν καλὸν ποιεῖν καὶ μὴ ποιοῦντι, ἁμαρτία αὐτῷ ἐστιν.

εἰδότιTo him knowingοὖνthereforeκαλὸνgoodποιεῖνto doκαὶandμὴnotποιοῦντι,doing it,ἁμαρτίαsinαὐτῷto himἐστιν.it is.

‹ James 3James 5 ›