James 1 in Greek

The Westcott and Hort text with a word by word English gloss under every Greek word. 406 words in 27 verses.

Open James 1 in the interlinear reader

1Ἰάκωβος θεοῦ καὶ κυρίου Ἰησοῦ Χριστοῦ δοῦλος ταῖς δώδεκα φυλαῖς ταῖς ἐν τῇ διασπορᾷ χαίρειν.

ἸάκωβοςJamesθεοῦof Godκαὶandκυρίουof the LordἸησοῦJesusΧριστοῦChristδοῦλοςa servantταῖςTo theδώδεκαtwelveφυλαῖςtribesταῖςtheἐνinτῇtheδιασπορᾷDispersionχαίρειν.Greeting.

2Πᾶσαν χαρὰν ἡγήσασθε, ἀδελφοί μου, ὅταν πειρασμοῖς περιπέσητε ποικίλοις,

ΠᾶσανAllχαρὰνjoyἡγήσασθε,do esteem it,ἀδελφοίbrothersμου,of mine,ὅτανwhenπειρασμοῖςtrialsπεριπέσητεyou may fall intoποικίλοις,various,

3γινώσκοντες ὅτι τὸ δοκίμιον ὑμῶν τῆς πίστεως κατεργάζεται ὑπομονήν·

γινώσκοντεςknowingὅτιthatτὸtheδοκίμιονtestingὑμῶνof yourτῆςtheπίστεωςfaithκατεργάζεταιproducesὑπομονήν·endurance;

4ἡ δὲ ὑπομονὴ ἔργον τέλειον ἐχέτω, ἵνα ἦτε τέλειοι καὶ ὁλόκληροι ἐν μηδενὶ λειπόμενοι.

theδὲAndὑπομονὴenduranceἔργονworkτέλειονits perfectἐχέτω,should have,ἵναso thatἦτεyou may beτέλειοιperfectκαὶandὁλόκληροιcompleteἐνinμηδενὶnothingλειπόμενοι.lacking.

5εἰ δέ τις ὑμῶν λείπεται σοφίας, αἰτείτω παρὰ τοῦ διδόντος θεοῦ πᾶσιν ἁπλῶς καὶ μὴ ὀνειδίζοντος, καὶ δοθήσεται αὐτῷ.

εἰIfδέnowτιςanyὑμῶνof youλείπεταιlacksσοφίας,wisdom,αἰτείτωhe should askπαρὰfromτοῦthe OneδιδόντοςgivingθεοῦGodπᾶσινto allἁπλῶςgenerouslyκαὶandμὴnotὀνειδίζοντος,finding fault,καὶandδοθήσεταιit will be givenαὐτῷ.to him.

6αἰτείτω δὲ ἐν πίστει μηδὲν διακρινόμενος· ὁ γὰρ διακρινόμενος ἔοικεν κλύδωνι θαλάσσης ἀνεμιζομένῳ καὶ ῥιπιζομένῳ.

αἰτείτωhe should askδὲhoweverἐνinπίστειfaithμηδὲνnothingδιακρινόμενος·doubting;The oneγὰρforδιακρινόμενοςdoubtingἔοικενhe has been likenedκλύδωνιto a waveθαλάσσηςof the seaἀνεμιζομένῳbeing blown by the windκαὶandῥιπιζομένῳ.being tossed by the wind.

7μὴ γὰρ οἰέσθω ὁ ἄνθρωπος ἐκεῖνος ὅτι λήμψεταί τι παρὰ τοῦ κυρίου·

μὴNotγὰρforοἰέσθωshould supposetheἄνθρωποςmanἐκεῖνοςthatὅτιthatλήμψεταίhe will receiveτιanythingπαρὰfromτοῦtheκυρίου·Lord;

8ἀνὴρ δίψυχος ἀκατάστατος ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ.

ἀνὴρHe is a manδίψυχοςdouble-mindedἀκατάστατοςunstableἐνinπάσαιςallταῖςtheὁδοῖςwaysαὐτοῦ.of him.

9καυχάσθω δὲ ὁ ἀδελφὸς ὁ ταπεινὸς ἐν τῷ ὕψει αὐτοῦ,

καυχάσθωshould boastδὲhowevertheἀδελφὸςbrothertheταπεινὸςof low degreeἐνinτῷtheὕψειexaltationαὐτοῦ,of him,

10ὁ δὲ πλούσιος ἐν τῇ ταπεινώσει αὐτοῦ ὅτι ὡς ἄνθος χόρτου παρελεύσεται.

he who isδὲthenπλούσιοςrichἐνinτῇtheταπεινώσειhumiliationαὐτοῦof himὅτιbecauseὡςlikeἄνθοςa flowerχόρτουof grassπαρελεύσεται.he will pass away.

11ἀνέτειλεν γὰρ ὁ ἥλιος σὺν τῷ καύσωνι καὶ ἐξήρανεν τὸν χόρτον καὶ τὸ ἄνθος αὐτοῦ ἐξέπεσεν καὶ ἡ εὐπρέπεια τοῦ προσώπου αὐτοῦ ἀπώλετο· οὕτως καὶ ὁ πλούσιος ἐν ταῖς πορείαις αὐτοῦ μαρανθήσεται.

ἀνέτειλενHas risenγὰρfortheἥλιοςsunσὺνwithτῷitsκαύσωνιburning heatκαὶandἐξήρανενwitheredτὸνtheχόρτονgrassκαὶandτὸtheἄνθοςflowerαὐτοῦof itἐξέπεσενhas fallenκαὶandtheεὐπρέπειαbeautyτοῦof theπροσώπουappearanceαὐτοῦof itἀπώλετο·has perished;οὕτωςThusκαὶalsotheπλούσιοςrich manἐνin the midst ofταῖςtheπορείαιςpursuitsαὐτοῦof himμαρανθήσεται.will fade away.

12μακάριος ἀνὴρ ὃς ὑπομένει πειρασμόν, ὅτι δόκιμος γενόμενος λήμψεται τὸν στέφανον τῆς ζωῆς ὃν ἐπηγγείλατο τοῖς ἀγαπῶσιν αὐτόν.

μακάριοςBlessed is theἀνὴρmanὃςwhoὑπομένειenduresπειρασμόν,trial,ὅτιbecauseδόκιμοςapprovedγενόμενοςhaving beenλήμψεταιhe will receiveτὸνtheστέφανονcrownτῆςtheζωῆςof lifeὃνthatἐπηγγείλατοHe has promisedτοῖςto thoseἀγαπῶσινlovingαὐτόν.Him.

13Μηδεὶς πειραζόμενος λεγέτω ὅτι ἀπὸ θεοῦ πειράζομαι· ὁ γὰρ θεὸς ἀπείραστός ἐστιν κακῶν, πειράζει δὲ αὐτὸς οὐδένα·

ΜηδεὶςNo oneπειραζόμενοςbeing temptedλεγέτωshould sayὅτιthatἀπὸByθεοῦGodπειράζομαι·I am being tempted;theγὰρForθεὸςGodἀπείραστόςunable to be temptedἐστινisκακῶν,by evils,πειράζειtemptsδὲnowαὐτὸςHe Himselfοὐδένα·no one;

14ἕκαστος δὲ πειράζεται ὑπὸ τῆς ἰδίας ἐπιθυμίας ἐξελκόμενος καὶ δελεαζόμενος·

ἕκαστοςA manδὲhoweverπειράζεταιis temptedὑπὸbyτῆςtheἰδίαςownἐπιθυμίαςdesireἐξελκόμενοςbeing drawn awayκαὶandδελεαζόμενος·being enticed;

15εἶτα ἡ ἐπιθυμία συλλαβοῦσα τίκτει ἁμαρτίαν, ἡ δὲ ἁμαρτία ἀποτελεσθεῖσα ἀποκύει θάνατον.

εἶταThentheἐπιθυμίαdesireσυλλαβοῦσαhaving conceivedτίκτειit gives birth toἁμαρτίαν,sin,theδὲandἁμαρτίαsinἀποτελεσθεῖσαhaving become fully grownἀποκύειit brings forthθάνατον.death.

16Μὴ πλανᾶσθε, ἀδελφοί μου ἀγαπητοί·

ΜὴNotπλανᾶσθε,do be misled,ἀδελφοίbrothersμουof mineἀγαπητοί·beloved;

17πᾶσα δόσις ἀγαθὴ καὶ πᾶν δώρημα τέλειον ἄνωθέν ἐστιν καταβαῖνον ἀπὸ τοῦ πατρὸς τῶν φώτων παρ᾽ ᾧ οὐκ ἔνι παραλλαγὴ ἢ τροπῆς ἀποσκίασμα.

πᾶσαEveryδόσιςact of givingἀγαθὴgoodκαὶandπᾶνeveryδώρημαgiftτέλειονperfectἄνωθένfrom aboveἐστινisκαταβαῖνονcoming downἀπὸfromτοῦtheπατρὸςFatherτῶνtheφώτωνof lightsπαρ᾽withwhomοὐκnotἔνιthere isπαραλλαγὴvariationorτροπῆςof shiftingἀποσκίασμα.shadow.

18βουληθεὶς ἀπεκύησεν ἡμᾶς λόγῳ ἀληθείας, εἰς τὸ εἶναι ἡμᾶς ἀπαρχήν τινα τῶν αὐτοῦ κτισμάτων.

βουληθεὶςHaving willed itἀπεκύησενHe brought forthἡμᾶςusλόγῳby the wordἀληθείας,of truth,εἰςforτὸtheεἶναιto beἡμᾶςusἀπαρχήνfirstfruitsτιναa certainτῶνtheαὐτοῦof Hisκτισμάτων.creatures.

19Ἴστε, ἀδελφοί μου ἀγαπητοί· ἔστω δὲ πᾶς ἄνθρωπος ταχὺς εἰς τὸ ἀκοῦσαι, βραδὺς εἰς τὸ λαλῆσαι, βραδὺς εἰς ὀργήν.

Ἴστε,You should knowἀδελφοίbrothersμουof mineἀγαπητοί·beloved;ἔστωshould beδὲhoweverπᾶςeveryἄνθρωποςmanταχὺςswiftεἰςuntoτὸtheἀκοῦσαι,to hear,βραδὺςslowεἰςuntoτὸtheλαλῆσαι,to speak,βραδὺςslowεἰςuntoὀργήν.anger.

20ὀργὴ γὰρ ἀνδρὸς δικαιοσύνην θεοῦ οὐκ ἐργάζεται.

ὀργὴthe angerγὰρforἀνδρὸςof manδικαιοσύνηνthe righteousnessθεοῦof Godοὐκnotἐργάζεται.works.

21διὸ ἀποθέμενοι πᾶσαν ῥυπαρίαν καὶ περισσείαν κακίας ἐν πραΰτητι δέξασθε τὸν ἔμφυτον λόγον τὸν δυνάμενον σῶσαι τὰς ψυχὰς ὑμῶν.

διὸThereforeἀποθέμενοιhaving put asideπᾶσανallῥυπαρίανfilthinessκαὶandπερισσείανexcessκακίαςof wickednessἐνinπραΰτητιhumilityδέξασθεdo receiveτὸνtheἔμφυτονimplantedλόγονwordτὸνwhichδυνάμενονis being ableσῶσαιto saveτὰςtheψυχὰςsoulsὑμῶν.of you.

22Γίνεσθε δὲ ποιηταὶ λόγου καὶ μὴ μόνον ἀκροαταὶ παραλογιζόμενοι ἑαυτούς.

Γίνεσθεdo beδὲhoweverποιηταὶdoersλόγουof the wordκαὶandμὴnotμόνονonlyἀκροαταὶhearersπαραλογιζόμενοιdeceivingἑαυτούς.yourselves.

23ὅτι εἴ τις ἀκροατὴς λόγου ἐστὶν καὶ οὐ ποιητής, οὗτος ἔοικεν ἀνδρὶ κατανοοῦντι τὸ πρόσωπον τῆς γενέσεως αὐτοῦ ἐν ἐσόπτρῳ·

ὅτιbecauseεἴifτιςanyoneἀκροατὴςa hearerλόγουof the wordἐστὶνisκαὶandοὐnotποιητής,a doer,οὗτοςthis oneἔοικενhas been likenedἀνδρὶto a manκατανοοῦντιlookingτὸat theπρόσωπονfaceτῆςtheγενέσεωςnaturalαὐτοῦof himἐνinἐσόπτρῳ·a mirror;

24κατενόησεν γὰρ ἑαυτὸν καὶ ἀπελήλυθεν καὶ εὐθέως ἐπελάθετο ὁποῖος ἦν.

κατενόησενhe has viewedγὰρforἑαυτὸνhimselfκαὶandἀπελήλυθενhas gone awayκαὶandεὐθέωςimmediatelyἐπελάθετοhe has forgottenὁποῖοςwhat likeἦν.he was.

25ὁ δὲ παρακύψας εἰς νόμον τέλειον τὸν τῆς ἐλευθερίας καὶ παραμείνας, οὐκ ἀκροατὴς ἐπιλησμονῆς γενόμενος ἀλλὰ ποιητὴς ἔργου, οὗτος μακάριος ἐν τῇ ποιήσει αὐτοῦ ἔσται.

The oneδὲhoweverπαρακύψαςhaving looked intentlyεἰςintoνόμονthe lawτέλειονperfectτὸνthatτῆςtheἐλευθερίαςof freedomκαὶandπαραμείνας,having continued in it,οὐκnotἀκροατὴςa hearerἐπιλησμονῆςforgetfulγενόμενοςhaving beenἀλλὰbutποιητὴςa doerἔργου,of the work —οὗτοςthis oneμακάριοςblessedἐνinτῇtheποιήσειwork to be doneαὐτοῦby himἔσται.will be.

26Εἴ τις δοκεῖ θρησκὸς εἶναι μὴ χαλιναγωγῶν γλῶσσαν ἑαυτοῦ ἀλλ᾽ ἀπατῶν καρδίαν ἑαυτοῦ, τούτου μάταιος ἡ θρησκεία.

ΕἴIfτιςanyoneδοκεῖseemsθρησκὸςreligiousεἶναιto beμὴnotχαλιναγωγῶνbridlingγλῶσσανthe tongueἑαυτοῦhis ownἀλλ᾽butἀπατῶνdeceivingκαρδίανthe heartἑαυτοῦ,his ownτούτουof this oneμάταιοςworthless istheθρησκεία.religion.

27θρησκεία καθαρὰ καὶ ἀμίαντος παρὰ τῷ θεῷ καὶ πατρὶ αὕτη ἐστίν, ἐπισκέπτεσθαι ὀρφανοὺς καὶ χήρας ἐν τῇ θλίψει αὐτῶν, ἄσπιλον ἑαυτὸν τηρεῖν ἀπὸ τοῦ κόσμου.

θρησκείαReligionκαθαρὰpureκαὶandἀμίαντοςundefiledπαρὰbeforeτῷtheθεῷGodκαὶandπατρὶFatherαὕτηthisἐστίν,is,ἐπισκέπτεσθαιto visitὀρφανοὺςorphansκαὶandχήραςwidowsἐνinτῇtheθλίψειtribulationαὐτῶν,of them,ἄσπιλονunstainedἑαυτὸνoneselfτηρεῖνto keepἀπὸfromτοῦtheκόσμου.world.

James 2 ›