Hebrews 13 in Greek

The Westcott and Hort text with a word by word English gloss under every Greek word. 376 words in 25 verses.

Open Hebrews 13 in the interlinear reader

1Ἡ φιλαδελφία μενέτω.

theφιλαδελφίαBrotherly loveμενέτω.should abide.

2τῆς φιλοξενίας μὴ ἐπιλανθάνεσθε· διὰ ταύτης γὰρ ἔλαθόν τινες ξενίσαντες ἀγγέλους.

τῆςtheφιλοξενίαςOf hospitalityμὴnotἐπιλανθάνεσθε·do forget;διὰthroughταύτηςthisγὰρforἔλαθόνunawaresτινεςsomeξενίσαντεςhave entertainedἀγγέλους.angels.

3μιμνῄσκεσθε τῶν δεσμίων ὡς συνδεδεμένοι, τῶν κακουχουμένων ὡς καὶ αὐτοὶ ὄντες ἐν σώματι.

μιμνῄσκεσθεdo rememberτῶνtheδεσμίωνprisonersὡςasσυνδεδεμένοι,bound with them,τῶνand thoseκακουχουμένωνbeing mistreatedὡςasκαὶalsoαὐτοὶyourselvesὄντεςbeingἐνinσώματι.the body.

4Τίμιος ὁ γάμος ἐν πᾶσιν καὶ ἡ κοίτη ἀμίαντος· πόρνους γὰρ καὶ μοιχοὺς κρινεῖ ὁ θεός.

ΤίμιοςHonorable lettheγάμοςmarriage beἐνinπᾶσινallκαὶandtheκοίτηmarriage bedἀμίαντος·undefiled;πόρνουςthe sexually immoralγὰρforκαὶandμοιχοὺςadulterersκρινεῖwill judgetheθεός.God.

5Ἀφιλάργυρος ὁ τρόπος· ἀρκούμενοι τοῖς παροῦσιν· αὐτὸς γὰρ εἴρηκεν· οὐ μή σε ἀνῶ, οὐδ᾽ οὐ μή σε ἐγκαταλίπω·

ἈφιλάργυροςLet be without covetousnesstheτρόπος·your manner of life;ἀρκούμενοιbeing satisfiedτοῖςwith theπαροῦσιν·present;αὐτὸςHe Himselfγὰρforεἴρηκεν·has said:οὐCertainlyμήnotσεyouἀνῶ,shall I leave,οὐδ᾽norοὐcertainlyμήnotσεyouἐγκαταλίπω·shall I forsake;

6ὥστε θαρροῦντας ἡμᾶς λέγειν· κύριος ἐμοὶ βοηθός, οὐ φοβηθήσομαι· τί ποιήσει μοι ἄνθρωπος;

ὥστεSoθαρροῦνταςare confidentἡμᾶςweλέγειν·to say:κύριοςThe Lord isἐμοὶmyβοηθός,helper,οὐnotφοβηθήσομαι·I will be afraid;τίwhatποιήσειwill doμοιto meἄνθρωπος;man?

7Μνημονεύετε τῶν ἡγουμένων ὑμῶν, οἵτινες ἐλάλησαν ὑμῖν τὸν λόγον τοῦ θεοῦ, ὧν ἀναθεωροῦντες τὴν ἔκβασιν τῆς ἀναστροφῆς, μιμεῖσθε τὴν πίστιν.

Μνημονεύετεdo rememberτῶνthoseἡγουμένωνleadingὑμῶν,you,οἵτινεςwhoἐλάλησανspokeὑμῖνto youτὸνtheλόγονwordτοῦof theθεοῦ,God,ὧνof whomἀναθεωροῦντεςconsideringτὴνtheἔκβασινoutcomeτῆςof theirἀναστροφῆς,way of life,μιμεῖσθεdo imitateτὴνtheπίστιν.faith.

8Ἰησοῦς Χριστὸς ἐχθὲς καὶ σήμερον ὁ αὐτὸς καὶ εἰς τοὺς αἰῶνας.

ἸησοῦςJesusΧριστὸςChristἐχθὲςyesterdayκαὶandσήμερονtodayis theαὐτὸςsameκαὶandεἰςtoτοὺςtheαἰῶνας.ages.

9διδαχαῖς ποικίλαις καὶ ξέναις μὴ παραφέρεσθε· καλὸν γὰρ χάριτι βεβαιοῦσθαι τὴν καρδίαν οὐ βρώμασιν ἐν οἷς οὐκ ὠφελήθησαν οἱ περιπατοῦντες.

διδαχαῖςby teachingsποικίλαιςvariousκαὶandξέναιςstrangeμὴnotπαραφέρεσθε·do be taken away;καλὸνit is goodγὰρforχάριτιby graceβεβαιοῦσθαιto be strengthenedτὴνfor theκαρδίανheartοὐnotβρώμασινby foodsἐνinοἷςwhichοὐκnotὠφελήθησανthey profitedοἱthoseπεριπατοῦντες.being devoted.

10ἔχομεν θυσιαστήριον ἐξ οὗ φαγεῖν οὐκ ἔχουσιν ἐξουσίαν οἱ τῇ σκηνῇ λατρεύοντες.

ἔχομενWe haveθυσιαστήριονan altarἐξfromοὗwhichφαγεῖνto eatοὐκnotἔχουσινthey haveἐξουσίανauthorityοἱthoseτῇin theσκηνῇtabernacleλατρεύοντες.serving.

11ὧν γὰρ εἰσφέρεται ζῴων τὸ αἷμα περὶ ἁμαρτίας εἰς τὰ ἅγια διὰ τοῦ ἀρχιερέως, τούτων τὰ σώματα κατακαίεται ἔξω τῆς παρεμβολῆς.

ὧνWhoseγὰρforεἰσφέρεταιis broughtζῴωνof animalsτὸtheαἷμαblood as sacrificesπερὶforἁμαρτίαςsinεἰςintoτὰtheἅγιαHoly Placesδιὰthroughτοῦtheἀρχιερέως,high priest,τούτωνof thoseτὰtheσώματαbodiesκατακαίεταιare burnedἔξωoutsideτῆςtheπαρεμβολῆς.camp.

12Διὸ καὶ Ἰησοῦς, ἵνα ἁγιάσῃ διὰ τοῦ ἰδίου αἵματος τὸν λαόν, ἔξω τῆς πύλης ἔπαθεν.

ΔιὸThereforeκαὶalsoἸησοῦς,Jesus,ἵναso thatἁγιάσῃhe may sanctifyδιὰthroughτοῦtheἰδίουownαἵματοςbloodτὸνtheλαόν,people,ἔξωoutsideτῆςtheπύληςgateἔπαθεν.suffered.

13τοίνυν ἐξερχώμεθα πρὸς αὐτὸν ἔξω τῆς παρεμβολῆς τὸν ὀνειδισμὸν αὐτοῦ φέροντες·

τοίνυνThereforeἐξερχώμεθαwe may go forthπρὸςtoαὐτὸνHimἔξωoutsideτῆςtheπαρεμβολῆςcampτὸνtheὀνειδισμὸνreproachαὐτοῦof Himφέροντες·bearing;

14οὐ γὰρ ἔχομεν ὧδε μένουσαν πόλιν, ἀλλὰ τὴν μέλλουσαν ἐπιζητοῦμεν.

οὐNotγὰρforἔχομενwe haveὧδεhereμένουσανan abidingπόλιν,city,ἀλλὰbutτὴνtheμέλλουσανcoming oneἐπιζητοῦμεν.we are seeking for.

15δι᾽ αὐτοῦ ἀναφέρωμεν θυσίαν αἰνέσεως διὰ παντὸς τῷ θεῷ, τοῦτ᾽ ἔστιν καρπὸν χειλέων ὁμολογούντων τῷ ὀνόματι αὐτοῦ.

δι᾽ThroughαὐτοῦHimἀναφέρωμενwe may offerθυσίανthe sacrificeαἰνέσεωςof praiseδιὰthroughπαντὸςall timesτῷtheθεῷ,to God,τοῦτ᾽Thatἔστινisκαρπὸνthe fruitχειλέωνof the lipsὁμολογούντωνconfessingτῷtheὀνόματιnameαὐτοῦ.of Him.

16τῆς δὲ εὐποιΐας καὶ κοινωνίας μὴ ἐπιλανθάνεσθε· τοιαύταις γὰρ θυσίαις εὐαρεστεῖται ὁ θεός.

τῆςtheδὲAndεὐποιΐαςthe goodκαὶandκοινωνίαςof sharingμὴnotἐπιλανθάνεσθε·do be forgetful;τοιαύταιςwith suchγὰρforθυσίαιςsacrificesεὐαρεστεῖταιis well pleasedtheθεός.God.

17Πείθεσθε τοῖς ἡγουμένοις ὑμῶν καὶ ὑπείκετε· αὐτοὶ γὰρ ἀγρυπνοῦσιν ὑπὲρ τῶν ψυχῶν ὑμῶν ὡς λόγον ἀποδώσοντες, ἵνα μετὰ χαρᾶς τοῦτο ποιῶσιν καὶ μὴ στενάζοντες· ἀλυσιτελὲς γὰρ ὑμῖν τοῦτο.

Πείθεσθεdo obeyτοῖςto thoseἡγουμένοιςleadingὑμῶνyouκαὶandὑπείκετε·do be submissive;αὐτοὶthey themselvesγὰρforἀγρυπνοῦσινwatchὑπὲρoverτῶνtheψυχῶνsoulsὑμῶνof youὡςasλόγονan accountἀποδώσοντες,to be givingἵναthatμετὰwithχαρᾶςjoyτοῦτοthisποιῶσινthey may doκαὶandμὴnotστενάζοντες·groaning;ἀλυσιτελὲςunprofitableγὰρindeedὑμῖνfor you isτοῦτο.this.

18Προσεύχεσθε περὶ ἡμῶν· πειθόμεθα γὰρ ὅτι καλὴν συνείδησιν ἔχομεν ἐν πᾶσιν καλῶς θέλοντες ἀναστρέφεσθαι.

Προσεύχεσθεdo prayπερὶforἡμῶν·us;πειθόμεθαwe are assuredγὰρforὅτιthatκαλὴνa goodσυνείδησινconscienceἔχομενwe haveἐνinπᾶσινall thingsκαλῶςwellθέλοντεςdesiringἀναστρέφεσθαι.to conduct ourselves.

19περισσοτέρως δὲ παρακαλῶ τοῦτο ποιῆσαι, ἵνα τάχιον ἀποκατασταθῶ ὑμῖν.

περισσοτέρωςMore abundantlyδὲnowπαρακαλῶI exhort youτοῦτοthisποιῆσαι,to do,ἵναso thatτάχιονquickerἀποκατασταθῶI may be restoredὑμῖν.to you.

20Ὁ δὲ θεὸς τῆς εἰρήνης, ὁ ἀναγαγὼν ἐκ νεκρῶν τὸν ποιμένα τῶν προβάτων τὸν μέγαν ἐν αἵματι διαθήκης αἰωνίου, τὸν κύριον ἡμῶν Ἰησοῦν,

May theδὲnowθεὸςGodτῆςtheεἰρήνης,of peace,theἀναγαγὼνhaving broughtἐκout fromνεκρῶνthe deadτὸνtheποιμέναShepherdτῶνof theπροβάτωνsheepτὸνtheμέγανgreatἐνbyαἵματιthe bloodδιαθήκηςof the covenantαἰωνίου,eternal,τὸνtheκύριονLordἡμῶνof usἸησοῦν,Jesus,

21καταρτίσαι ὑμᾶς ἐν παντὶ ἀγαθῷ εἰς τὸ ποιῆσαι τὸ θέλημα αὐτοῦ ποιῶν ἐν ἡμῖν τὸ εὐάρεστον ἐνώπιον αὐτοῦ διὰ Ἰησοῦ Χριστοῦ· ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν.

καταρτίσαιwould he equipὑμᾶςyouἐνinπαντὶeverythingἀγαθῷgoodεἰςin orderτὸtheποιῆσαιto doτὸtheθέλημαwillαὐτοῦof Himποιῶνworkingἐνinἡμῖνusτὸthat which isεὐάρεστονwell pleasingἐνώπιονbeforeαὐτοῦHimδιὰthroughἸησοῦJesusΧριστοῦ·Christ;to whom betheδόξαgloryεἰςtoτοὺςtheαἰῶναςagesτῶνof theαἰώνων,ages,ἀμήν.Amen.

22Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοί, ἀνέχεσθε τοῦ λόγου τῆς παρακλήσεως· καὶ γὰρ διὰ βραχέων ἐπέστειλα ὑμῖν.

ΠαρακαλῶI exhortδὲnowὑμᾶς,you,ἀδελφοί,brothers,ἀνέχεσθεdo bear withτοῦtheλόγουwordτῆςtheπαρακλήσεως·of exhortation;καὶonlyγὰρforδιὰinβραχέωνfew wordsἐπέστειλαI have writtenὑμῖν.to you.

23Γινώσκετε τὸν ἀδελφὸν ἡμῶν Τιμόθεον ἀπολελυμένον μεθ᾽ οὗ, ἐὰν τάχιον ἔρχηται, ὄψομαι ὑμᾶς.

ΓινώσκετεYou knowτὸνtheἀδελφὸνbrotherἡμῶνof usΤιμόθεονTimothyἀπολελυμένονreleasedμεθ᾽withοὗ,whomἐὰνifτάχιονquickerἔρχηται,he shall come,ὄψομαιI will seeὑμᾶς.you.

24Ἀσπάσασθε πάντας τοὺς ἡγουμένους ὑμῶν καὶ πάντας τοὺς ἁγίους. Ἀσπάζονται ὑμᾶς οἱ ἀπὸ τῆς Ἰταλίας.

Ἀσπάσασθεdo greetπάνταςallτοὺςthoseἡγουμένουςleadingὑμῶνyouκαὶandπάνταςallτοὺςtheἁγίους.saints.ἈσπάζονταιGreetὑμᾶςyouοἱthoseἀπὸfromτῆςtheἸταλίας.Italy.

25ἡ χάρις μετὰ πάντων ὑμῶν.

theχάριςGrace beμετὰwithπάντωνallὑμῶν.of you.

‹ Hebrews 12