2 Thessalonians 3 in Greek

The Westcott and Hort text with a word by word English gloss under every Greek word. 273 words in 18 verses.

Open 2 Thessalonians 3 in the interlinear reader

1Τὸ λοιπόν, προσεύχεσθε, ἀδελφοί, περὶ ἡμῶν, ἵνα ὁ λόγος τοῦ κυρίου τρέχῃ καὶ δοξάζηται καθὼς καὶ πρὸς ὑμᾶς

Τὸtheλοιπόν,Finally,προσεύχεσθε,do pray,ἀδελφοί,brothers,περὶforἡμῶν,us,ἵναthattheλόγοςwordτοῦof theκυρίουLordτρέχῃmay spread quicklyκαὶandδοξάζηταιmay be glorifiedκαθὼςeven asκαὶalsoπρὸςwithὑμᾶςyou

2καὶ ἵνα ῥυσθῶμεν ἀπὸ τῶν ἀτόπων καὶ πονηρῶν ἀνθρώπων· οὐ γὰρ πάντων ἡ πίστις.

καὶandἵναthatῥυσθῶμενwe may be deliveredἀπὸfromτῶνtheἀτόπωνperverseκαὶandπονηρῶνevilἀνθρώπων·men;οὐnotγὰρforπάντωνall areof theπίστις.faith.

3πιστὸς δέ ἐστιν ὁ κύριος, ὃς στηρίξει ὑμᾶς καὶ φυλάξει ἀπὸ τοῦ πονηροῦ.

πιστὸςfaithfulδέhoweverἐστινistheκύριος,Lord,ὃςwhoστηρίξειwill strengthenὑμᾶςyouκαὶandφυλάξειHe will keep youἀπὸfromτοῦtheπονηροῦ.evil.

4πεποίθαμεν δὲ ἐν κυρίῳ ἐφ᾽ ὑμᾶς ὅτι ἃ παραγγέλλομεν καὶ ποιεῖτε καὶ ποιήσετε.

πεποίθαμενWe have been persuadedδὲnowἐνinκυρίῳthe Lordἐφ᾽as toὑμᾶςyouὅτιthatthe things thatπαραγγέλλομενwe commandκαὶbothποιεῖτεyou are doingκαὶandποιήσετε.you will do.

5ὁ δὲ κύριος κατευθύναι ὑμῶν τὰς καρδίας εἰς τὴν ἀγάπην τοῦ θεοῦ καὶ εἰς τὴν ὑπομονὴν τοῦ Χριστοῦ.

theδὲAndκύριοςthe Lordκατευθύναιwould directὑμῶνyourτὰςtheκαρδίαςheartsεἰςintoτὴνtheἀγάπηνloveτοῦtheθεοῦof GodκαὶandεἰςintoτὴνtheὑπομονὴνsteadfastnessτοῦtheΧριστοῦ.of Christ.

6Παραγγέλλομεν δὲ ὑμῖν, ἀδελφοί, ἐν ὀνόματι τοῦ κυρίου Ἰησοῦ Χριστοῦ, στέλλεσθαι ὑμᾶς ἀπὸ παντὸς ἀδελφοῦ ἀτάκτως περιπατοῦντος καὶ μὴ κατὰ τὴν παράδοσιν ἣν παρελάβετε παρ᾽ ἡμῶν.

ΠαραγγέλλομενWe commandδὲnowὑμῖν,you,ἀδελφοί,brothers,ἐνinὀνόματιthe nameτοῦof theκυρίουLordἸησοῦJesusΧριστοῦ,Christ,στέλλεσθαιare to withdrawὑμᾶςyouἀπὸfromπαντὸςeveryἀδελφοῦbrotherἀτάκτωςidlyπεριπατοῦντοςwalkingκαὶandμὴnotκατὰaccording toτὴνtheπαράδοσινtraditionἣνthatπαρελάβετεyou receivedπαρ᾽fromἡμῶν.us.

7αὐτοὶ γὰρ οἴδατε πῶς δεῖ μιμεῖσθαι ἡμᾶς· ὅτι οὐκ ἠτακτήσαμεν ἐν ὑμῖν,

αὐτοὶYourselvesγὰρforοἴδατεyou knowπῶςhowδεῖit behooves youμιμεῖσθαιto imitateἡμᾶς·us;ὅτιbecauseοὐκnotἠτακτήσαμενwe were idleἐνamongὑμῖν,you,

8οὐδὲ δωρεὰν ἄρτον ἐφάγομεν παρά τινος, ἀλλ᾽ ἐν κόπῳ καὶ μόχθῳ νυκτὸς καὶ ἡμέρας ἐργαζόμενοι πρὸς τὸ μὴ ἐπιβαρῆσαί τινα ὑμῶν·

οὐδὲnorδωρεὰνwithout paymentἄρτονbreadἐφάγομενdid we eatπαράfromτινος,anyone,ἀλλ᾽butἐνinκόπῳlaborκαὶandμόχθῳhardshipνυκτὸςnightκαὶandἡμέραςdayἐργαζόμενοιworkingπρὸςin orderτὸtheμὴnotἐπιβαρῆσαίto be burdensome toτιναanyὑμῶν·of you;

9οὐχ ὅτι οὐκ ἔχομεν ἐξουσίαν, ἀλλ᾽ ἵνα ἑαυτοὺς τύπον δῶμεν ὑμῖν εἰς τὸ μιμεῖσθαι ἡμᾶς.

οὐχnotὅτιthatοὐκnotἔχομενwe haveἐξουσίαν,the right,ἀλλ᾽butἵναthatἑαυτοὺςourselvesτύπονas an exampleδῶμενwe may offerὑμῖνto youεἰςforτὸtheμιμεῖσθαιyou to imitateἡμᾶς.us.

10καὶ γὰρ ὅτε ἦμεν πρὸς ὑμᾶς, τοῦτο παρηγγέλλομεν ὑμῖν ὅτι εἴ τις οὐ θέλει ἐργάζεσθαι μηδὲ ἐσθιέτω.

καὶEvenγὰρforὅτεwhenἦμενwe wereπρὸςwithὑμᾶς,you,τοῦτοthisπαρηγγέλλομενwe were commandingὑμῖνyouὅτιthatεἴifτιςanyoneοὐnotθέλειis willingἐργάζεσθαιto workμηδὲneitherἐσθιέτω.he should eat.

11Ἀκούομεν γάρ τινας περιπατοῦντας ἐν ὑμῖν ἀτάκτως, μηδὲν ἐργαζομένους ἀλλὰ περιεργαζομένους.

ἈκούομενWe hearγάρforτιναςsomeπεριπατοῦνταςare walkingἐνamongὑμῖνyouἀτάκτως,idly,μηδὲνnot at allἐργαζομένουςworkingἀλλὰbutπεριεργαζομένους.being busybodies.

12Τοῖς δὲ τοιούτοις παραγγέλλομεν καὶ παρακαλοῦμεν ἐν κυρίῳ Ἰησοῦ Χριστῷ ἵνα μετὰ ἡσυχίας ἐργαζόμενοι τὸν ἑαυτῶν ἄρτον ἐσθίωσιν.

ΤοῖςtheδὲNowτοιούτοιςto suchπαραγγέλλομενwe warnκαὶandπαρακαλοῦμενwe exhortἐνbyκυρίῳLordἸησοῦJesusΧριστῷChristἵναso thatμετὰwithἡσυχίαςquietnessἐργαζόμενοιworkingτὸνtheἑαυτῶνtheir ownἄρτονbreadἐσθίωσιν.they may eat.

13ὑμεῖς δέ, ἀδελφοί, μὴ ἐγκακήσητε καλοποιοῦντες.

ὑμεῖςyou yourselvesδέ,now,ἀδελφοί,brothers,μὴnotἐγκακήσητεmay grow wearyκαλοποιοῦντες.in well-doing.

14Εἰ δέ τις οὐχ ὑπακούει τῷ λόγῳ ἡμῶν διὰ τῆς ἐπιστολῆς, τοῦτον σημειοῦσθε μὴ συναναμίγνυσθαι αὐτῷ ἵνα ἐντραπῇ·

ΕἰIfδέthenτιςanyoneοὐχnotὑπακούειobeyτῷthisλόγῳinstructionἡμῶνof usδιὰthroughτῆςtheἐπιστολῆς,letter,τοῦτονof this manσημειοῦσθεdo take noteμὴnotσυναναμίγνυσθαιto mix withαὐτῷhimἵναso thatἐντραπῇ·he may be ashamed;

15καὶ μὴ ὡς ἐχθρὸν ἡγεῖσθε, ἀλλὰ νουθετεῖτε ὡς ἀδελφόν.

καὶAnd yetμὴnotὡςasἐχθρὸνan enemyἡγεῖσθε,do esteem him,ἀλλὰbutνουθετεῖτεdo admonish himὡςasἀδελφόν.a brother.

16Αὐτὸς δὲ ὁ κύριος τῆς εἰρήνης δῴη ὑμῖν τὴν εἰρήνην διὰ παντὸς ἐν παντὶ τρόπῳ. ὁ κύριος μετὰ πάντων ὑμῶν.

ΑὐτὸςHimselfδὲnowtheκύριοςLordτῆςtheεἰρήνηςof peaceδῴηwould giveὑμῖνyouτὴνtheεἰρήνηνpeaceδιὰthroughπαντὸςall timesἐνinπαντὶeveryτρόπῳ.way.TheκύριοςLord beμετὰwithπάντωνallὑμῶν.of you.

17Ὁ ἀσπασμὸς τῇ ἐμῇ χειρὶ Παύλου, ὅ ἐστιν σημεῖον ἐν πάσῃ ἐπιστολῇ· οὕτως γράφω.

Theἀσπασμὸςgreetingτῇtheἐμῇin my ownχειρὶhand —Παύλου,by Paul,whichἐστινisσημεῖονmy signἐνinπάσῃeveryἐπιστολῇ·letter;οὕτωςIn this mannerγράφω.I write.

18Ἡ χάρις τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ πάντων ὑμῶν

Theχάριςgraceτοῦof theκυρίουLordἡμῶνof usἸησοῦJesusΧριστοῦChristμετὰbe withπάντωνallὑμῶνof you

‹ 2 Thessalonians 2