The Westcott and Hort text with a word by word English gloss under every Greek word. 234 words in 12 verses.
Open 2 Thessalonians 1 in the interlinear reader1Παῦλος καὶ Σιλουανὸς καὶ Τιμόθεος τῇ ἐκκλησίᾳ Θεσσαλονικέων ἐν θεῷ πατρὶ ἡμῶν καὶ κυρίῳ Ἰησοῦ Χριστῷ·
ΠαῦλοςPaulκαὶandΣιλουανὸςSilvanusκαὶandΤιμόθεοςTimothyτῇTo theἐκκλησίᾳchurchΘεσσαλονικέωνof the ThessaloniansἐνinθεῷGodπατρὶthe Fatherἡμῶνof usκαὶandκυρίῳin the LordἸησοῦJesusΧριστῷ·Christ:
2χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸς καὶ κυρίου Ἰησοῦ Χριστοῦ.
χάριςGraceὑμῖνto youκαὶandεἰρήνηpeaceἀπὸfromθεοῦGodπατρὸςthe Fatherκαὶandκυρίουthe LordἸησοῦJesusΧριστοῦ.Christ.
3Εὐχαριστεῖν ὀφείλομεν τῷ θεῷ πάντοτε περὶ ὑμῶν, ἀδελφοί, καθὼς ἄξιόν ἐστιν, ὅτι ὑπεραυξάνει ἡ πίστις ὑμῶν καὶ πλεονάζει ἡ ἀγάπη ἑνὸς ἑκάστου πάντων ὑμῶν εἰς ἀλλήλους·
ΕὐχαριστεῖνTo thankὀφείλομενwe oughtτῷtheθεῷGodπάντοτεalwaysπερὶconcerningὑμῶν,you,ἀδελφοί,brothers,καθὼςeven asἄξιόνfittingἐστιν,it is,ὅτιbecauseὑπεραυξάνειis increasing exceedinglyἡtheπίστιςfaithὑμῶνof youκαὶandπλεονάζειis aboundingἡtheἀγάπηloveἑνὸςof oneἑκάστουeachπάντωνof allὑμῶνyouεἰςtoἀλλήλους·one another;
4ὥστε αὐτοὺς ἡμᾶς ἐν ὑμῖν ἐγκαυχᾶσθαι ἐν ταῖς ἐκκλησίαις τοῦ θεοῦ ὑπὲρ τῆς ὑπομονῆς ὑμῶν καὶ πίστεως ἐν πᾶσιν τοῖς διωγμοῖς ὑμῶν καὶ ταῖς θλίψεσιν αἷς ἀνέχεσθε,
ὥστεso as forαὐτοὺςourselvesἡμᾶςusἐνinὑμῖνyouἐγκαυχᾶσθαιto greatly boastἐνinταῖςtheἐκκλησίαιςchurchesτοῦtheθεοῦof Godὑπὲρaboutτῆςtheὑπομονῆςperseveranceὑμῶνof youκαὶandπίστεωςfaithἐνinπᾶσινallτοῖςtheδιωγμοῖςpersecutionsὑμῶνof youκαὶandταῖςin theθλίψεσινtribulationsαἷςthatἀνέχεσθε,you are bearing,
5ἔνδειγμα τῆς δικαίας κρίσεως τοῦ θεοῦ εἰς τὸ καταξιωθῆναι ὑμᾶς τῆς βασιλείας τοῦ θεοῦ ὑπὲρ ἧς καὶ πάσχετε·
ἔνδειγμαThis is a plain tokenτῆςof theδικαίαςrighteousκρίσεωςjudgmentτοῦtheθεοῦof Godεἰςuntoτὸtheκαταξιωθῆναιto be accounted worthyὑμᾶςyouτῆςof theβασιλείαςkingdomτοῦtheθεοῦof Godὑπὲρforἧςwhichκαὶalsoπάσχετε·you suffer;
6εἴπερ δίκαιον παρὰ θεῷ ἀνταποδοῦναι τοῖς θλίβουσιν ὑμᾶς θλῖψιν
εἴπερif indeedδίκαιονrighteous it isπαρὰwithθεῷGodἀνταποδοῦναιto repayτοῖςthoseθλίβουσινoppressingὑμᾶςyouθλῖψινwith affliction
7καὶ ὑμῖν τοῖς θλιβομένοις ἄνεσιν μεθ᾽ ἡμῶν ἐν τῇ ἀποκαλύψει τοῦ κυρίου Ἰησοῦ ἀπ᾽ οὐρανοῦ μετ᾽ ἀγγέλων δυνάμεως αὐτοῦ
καὶandὑμῖνto youτοῖςthoseθλιβομένοιςbeing oppressedἄνεσινreposeμεθ᾽withἡμῶνusἐνatτῇtheἀποκαλύψειrevelationτοῦof theκυρίουLordἸησοῦJesusἀπ᾽fromοὐρανοῦheavenμετ᾽withἀγγέλωνthe angelsδυνάμεωςmightyαὐτοῦof Him
8ἐν πυρὶ φλογός, διδόντος ἐκδίκησιν τοῖς μὴ εἰδόσιν θεὸν καὶ τοῖς μὴ ὑπακούουσιν τῷ εὐαγγελίῳ τοῦ κυρίου ἡμῶν Ἰησοῦ
ἐνinπυρὶa fireφλογός,of flame,διδόντοςinflictingἐκδίκησινvengeanceτοῖςon thoseμὴnotεἰδόσινknowingθεὸνGodκαὶandτοῖςon thoseμὴnotὑπακούουσινobeyingτῷtheεὐαγγελίῳgospelτοῦof theκυρίουLordἡμῶνof usἸησοῦJesus
9οἵτινες δίκην τίσουσιν, ὄλεθρον αἰώνιον ἀπὸ προσώπου τοῦ κυρίου καὶ ἀπὸ τῆς δόξης τῆς ἰσχύος αὐτοῦ,
οἵτινεςwhoδίκηνthe penaltyτίσουσιν,will sufferὄλεθρονof destructionαἰώνιονeternalἀπὸaway fromπροσώπουthe presenceτοῦof theκυρίουLordκαὶandἀπὸfromτῆςtheδόξηςgloryτῆςof theἰσχύοςpowerαὐτοῦ,of Him,
10ὅταν ἔλθῃ ἐνδοξασθῆναι ἐν τοῖς ἁγίοις αὐτοῦ καὶ θαυμασθῆναι ἐν πᾶσιν τοῖς πιστεύσασιν, ὅτι ἐπιστεύθη τὸ μαρτύριον ἡμῶν ἐφ᾽ ὑμᾶς, ἐν τῇ ἡμέρᾳ ἐκείνῃ.
ὅτανwhenἔλθῃHe may comeἐνδοξασθῆναιto be glorifiedἐνinτοῖςtheἁγίοιςsaintsαὐτοῦof Himκαὶandθαυμασθῆναιto be marveled atἐνamongπᾶσινallτοῖςthoseπιστεύσασιν,having believed,ὅτιbecauseἐπιστεύθηwas believedτὸtheμαρτύριονtestimonyἡμῶνof usἐφ᾽toὑμᾶς,youἐνinτῇtheἡμέρᾳdayἐκείνῃ.that.
11εἰς ὃ καὶ προσευχόμεθα πάντοτε περὶ ὑμῶν ἵνα ὑμᾶς ἀξιώσῃ τῆς κλήσεως ὁ θεὸς ἡμῶν καὶ πληρώσῃ πᾶσαν εὐδοκίαν ἀγαθωσύνης καὶ ἔργον πίστεως ἐν δυνάμει,
εἰςforὃwhichκαὶalsoπροσευχόμεθαwe prayπάντοτεalwaysπερὶforὑμῶνyouἵναthatὑμᾶςyouἀξιώσῃHe may count worthyτῆςof theκλήσεωςcallingὁof theθεὸςGodἡμῶνof usκαὶandπληρώσῃHe may fulfillπᾶσανeveryεὐδοκίανgood pleasureἀγαθωσύνηςof goodnessκαὶandἔργονworkπίστεωςof faithἐνwithδυνάμει,power,
12ὅπως ἐνδοξασθῇ τὸ ὄνομα τοῦ κυρίου ἡμῶν Ἰησοῦ ἐν ὑμῖν καὶ ὑμεῖς ἐν αὐτῷ κατὰ τὴν χάριν τοῦ θεοῦ ἡμῶν καὶ κυρίου Ἰησοῦ Χριστοῦ.
ὅπωςso thatἐνδοξασθῇmay be glorifiedτὸtheὄνομαnameτοῦof theκυρίουLordἡμῶνof usἸησοῦJesusἐνinὑμῖνyouκαὶandὑμεῖςyouἐνinαὐτῷHimκατὰaccording toτὴνtheχάρινgraceτοῦof theθεοῦGodἡμῶνof usκαὶandκυρίουthe LordἸησοῦJesusΧριστοῦ.Christ.