2 Corinthians 1 in Greek

The Westcott and Hort text with a word by word English gloss under every Greek word. 488 words in 24 verses.

Open 2 Corinthians 1 in the interlinear reader

1Παῦλος ἀπόστολος Χριστοῦ Ἰησοῦ διὰ θελήματος θεοῦ καὶ Τιμόθεος ὁ ἀδελφὸς τῇ ἐκκλησίᾳ τοῦ θεοῦ τῇ οὔσῃ ἐν Κορίνθῳ σὺν τοῖς ἁγίοις πᾶσιν τοῖς οὖσιν ἐν ὅλῃ τῇ Ἀχαΐᾳ·

ΠαῦλοςPaulἀπόστολοςapostleΧριστοῦof ChristἸησοῦJesusδιὰthroughθελήματοςthe willθεοῦof GodκαὶandΤιμόθεοςTimothytheἀδελφὸςbrotherτῇTo theἐκκλησίᾳchurchτοῦtheθεοῦof Godτῇwhichοὔσῃis beingἐνinΚορίνθῳCorinthσὺνwithτοῖςtheἁγίοιςsaintsπᾶσινallτοῖςwhoοὖσινare beingἐνinὅλῃallτῇtheἈχαΐᾳ·Achaia;

2χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸς ἡμῶν καὶ κυρίου Ἰησοῦ Χριστοῦ.

χάριςGraceὑμῖνto youκαὶandεἰρήνηpeaceἀπὸfromθεοῦGodπατρὸςthe Fatherἡμῶνof usκαὶandκυρίουthe LordἸησοῦJesusΧριστοῦ.Christ.

3Εὐλογητὸς ὁ θεὸς καὶ πατὴρ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ πατὴρ τῶν οἰκτιρμῶν καὶ θεὸς πάσης παρακλήσεως,

ΕὐλογητὸςBlessed betheθεὸςGodκαὶandπατὴρFatherτοῦof theκυρίουLordἡμῶνof usἸησοῦJesusΧριστοῦ,Christ,theπατὴρFatherτῶνtheοἰκτιρμῶνof compassionsκαὶandθεὸςGodπάσηςof allπαρακλήσεως,comfort,

4ὁ παρακαλῶν ἡμᾶς ἐπὶ πάσῃ τῇ θλίψει ἡμῶν εἰς τὸ δύνασθαι ἡμᾶς παρακαλεῖν τοὺς ἐν πάσῃ θλίψει διὰ τῆς παρακλήσεως ἧς παρακαλούμεθα αὐτοὶ ὑπὸ τοῦ θεοῦ·

whoπαρακαλῶνis comfortingἡμᾶςusἐπὶinπάσῃallτῇtheθλίψειtribulationἡμῶνof usεἰςforτὸtheδύνασθαιto be ableἡμᾶςusπαρακαλεῖνto comfortτοὺςthoseἐνinπάσῃeveryθλίψειtribulationδιὰthroughτῆςtheπαρακλήσεωςcomfortἧςwith whichπαρακαλούμεθαwe are comfortedαὐτοὶourselvesὑπὸbyτοῦtheθεοῦ·God;

5ὅτι καθὼς περισσεύει τὰ παθήματα τοῦ Χριστοῦ εἰς ἡμᾶς, οὕτως διὰ τοῦ Χριστοῦ περισσεύει καὶ ἡ παράκλησις ἡμῶν.

ὅτιbecauseκαθὼςeven asπερισσεύειaboundτὰtheπαθήματαsufferingsτοῦof theΧριστοῦChristεἰςtowardἡμᾶς,us,οὕτωςthus soδιὰthroughτοῦtheΧριστοῦChristπερισσεύειaboundsκαὶalsotheπαράκλησιςcomfortἡμῶν.of us.

6εἴτε δὲ θλιβόμεθα, ὑπὲρ τῆς ὑμῶν παρακλήσεως καὶ σωτηρίας εἴτε παρακαλούμεθα, ὑπὲρ τῆς ὑμῶν παρακλήσεως τῆς ἐνεργουμένης ἐν ὑπομονῇ τῶν αὐτῶν παθημάτων ὧν καὶ ἡμεῖς πάσχομεν,

εἴτεIfδὲhoweverθλιβόμεθα,we are constricted,ὑπὲρit is forτῆςtheὑμῶνyourπαρακλήσεωςcomfortκαὶandσωτηρίαςsalvationεἴτεifπαρακαλούμεθα,we are encouraged,ὑπὲρit is forτῆςtheὑμῶνyourπαρακλήσεωςcomfortτῆςwhichἐνεργουμένηςis operatingἐνinὑπομονῇthe enduranceτῶνof theαὐτῶνsameπαθημάτωνsufferingsὧνthatκαὶalsoἡμεῖςwe ourselvesπάσχομεν,suffer,

7καὶ ἡ ἐλπὶς ἡμῶν βεβαία ὑπὲρ ὑμῶν· εἰδότες ὅτι ὡς κοινωνοί ἐστε τῶν παθημάτων, οὕτως καὶ τῆς παρακλήσεως.

καὶAndtheἐλπὶςhopeἡμῶνof usβεβαίαis steadfastὑπὲρforὑμῶν·of you;εἰδότεςknowingὅτιthatὡςasκοινωνοίpartnersἐστεyou areτῶνof theπαθημάτων,sufferings,οὕτωςsoκαὶalsoτῆςof theπαρακλήσεως.comfort.

8Οὐ γὰρ θέλομεν ὑμᾶς ἀγνοεῖν, ἀδελφοί, ὑπὲρ τῆς θλίψεως ἡμῶν τῆς γενομένης ἐν τῇ Ἀσίᾳ ὅτι καθ᾽ ὑπερβολὴν ὑπὲρ δύναμιν ἐβαρήθημεν ὥστε ἐξαπορηθῆναι ἡμᾶς καὶ τοῦ ζῆν·

ΟὐNotγὰρforθέλομενdo we wantὑμᾶςyouἀγνοεῖν,to be ignorantἀδελφοί,brothers,ὑπὲρas toτῆςtheθλίψεωςafflictionἡμῶνof usτῆςtheγενομένηςhaving happenedἐνinτῇtheἈσίᾳAsiaὅτιthatκαθ᾽againstὑπερβολὴνexcessivelyὑπὲρbeyond ourδύναμινpowerἐβαρήθημενwe were weighedὥστεso asἐξαπορηθῆναιto despairἡμᾶςfor usκαὶevenτοῦtheζῆν·to live;

9ἀλλ᾽ αὐτοὶ ἐν ἑαυτοῖς τὸ ἀπόκριμα τοῦ θανάτου ἐσχήκαμεν, ἵνα μὴ πεποιθότες ὦμεν ἐφ᾽ ἑαυτοῖς ἀλλ᾽ ἐπὶ τῷ θεῷ τῷ ἐγείροντι τοὺς νεκρούς·

ἀλλ᾽Butαὐτοὶweἐνinἑαυτοῖςourselvesτὸtheἀπόκριμαsentenceτοῦtheθανάτουof deathἐσχήκαμεν,has,ἵναin order thatμὴnotπεποιθότεςhaving trustedὦμενwe may beἐφ᾽inἑαυτοῖςourselvesἀλλ᾽butἐπὶinτῷtheθεῷGodτῷwhoἐγείροντιis raisingτοὺςtheνεκρούς·dead;

10ὃς ἐκ τηλικούτου θανάτου ἐρρύσατο ἡμᾶς καὶ ῥύσεται εἰς ὃν ἠλπίκαμεν ὅτι καὶ ἔτι ῥύσεται

ὃςwhoἐκfromτηλικούτουsuch a greatθανάτουa deathἐρρύσατοhas deliveredἡμᾶςusκαὶandῥύσεταιwill deliver usεἰςinὃνwhomἠλπίκαμενwe have hopeὅτιthatκαὶalsoἔτιstillῥύσεταιHe will deliver us

11συνυπουργούντων καὶ ὑμῶν ὑπὲρ ἡμῶν τῇ δεήσει, ἵνα ἐκ πολλῶν προσώπων τὸ εἰς ἡμᾶς χάρισμα διὰ πολλῶν εὐχαριστηθῇ ὑπὲρ ἡμῶν.

συνυπουργούντωνjoining togetherκαὶalsoὑμῶνof youὑπὲρforἡμῶνusτῇtheδεήσει,by supplication,ἵναso thatἐκbyπολλῶνmanyπροσώπωνpersonsτὸfor theεἰςtowardἡμᾶςusχάρισμαgrace bestowedδιὰthroughπολλῶνmanyεὐχαριστηθῇthanks may be givenὑπὲρforἡμῶν.us.

12ἡ γὰρ καύχησις ἡμῶν αὕτη ἐστίν, τὸ μαρτύριον τῆς συνειδήσεως ἡμῶν, ὅτι ἐν ἁγιότητι καὶ εἰλικρινείᾳ τοῦ θεοῦ, καὶ οὐκ ἐν σοφίᾳ σαρκικῇ ἀλλ᾽ ἐν χάριτι θεοῦ ἀνεστράφημεν ἐν τῷ κόσμῳ, περισσοτέρως δὲ πρὸς ὑμᾶς.

theγὰρForκαύχησιςboastingἡμῶνof usαὕτηthisἐστίν,is,τὸtheμαρτύριονtestimonyτῆςof theσυνειδήσεωςconscienceἡμῶν,of us,ὅτιthatἐνinἁγιότητιthe holinessκαὶandεἰλικρινείᾳsincerityτοῦtheθεοῦ,of God,καὶandοὐκnotἐνinσοφίᾳwisdomσαρκικῇfleshlyἀλλ᾽butἐνinχάριτιthe graceθεοῦof Godἀνεστράφημενwe have conducted ourselvesἐνinτῷtheκόσμῳ,world,περισσοτέρωςmore abundantlyδὲnowπρὸςtowardὑμᾶς.you.

13οὐ γὰρ ἄλλα γράφομεν ὑμῖν, ἀλλ᾽ ἢ ἃ ἀναγινώσκετε ἢ καὶ ἐπιγινώσκετε· ἐλπίζω δὲ ὅτι ἕως τέλους ἐπιγνώσεσθε,

οὐNoγὰρforἄλλαother thingsγράφομενwe writeὑμῖν,to you,ἀλλ᾽otherthanwhatἀναγινώσκετεyou readorκαὶevenἐπιγινώσκετε·understand;ἐλπίζωI hopeδὲnowὅτιthatἕωςto theτέλουςendἐπιγνώσεσθε,you will understand,

14καθὼς καὶ ἐπέγνωτε ἡμᾶς ἀπὸ μέρους ὅτι καύχημα ὑμῶν ἐσμεν, καθάπερ καὶ ὑμεῖς ἡμῶν ἐν τῇ ἡμέρᾳ τοῦ κυρίου ἡμῶν Ἰησοῦ.

καθὼςeven asκαὶalsoἐπέγνωτεyou have understoodἡμᾶςusἀπὸinμέρουςpartὅτιthatκαύχημαboastingὑμῶνof youἐσμεν,we are,καθάπερeven asκαὶalsoὑμεῖςyou areἡμῶνoursἐνinτῇtheἡμέρᾳdayτοῦof theκυρίουLordἡμῶνof usἸησοῦ.Jesus.

15Καὶ ταύτῃ τῇ πεποιθήσει ἐβουλόμην πρότερον πρὸς ὑμᾶς ἐλθεῖν, ἵνα δευτέραν χαρὰν σχῆτε

ΚαὶAndταύτῃwith thisτῇtheπεποιθήσειconfidenceἐβουλόμηνI was planningπρότερονpreviouslyπρὸςtoὑμᾶςyouἐλθεῖν,to comeἵναso thatδευτέρανsecondlyχαρὰνjoyσχῆτεyou may have

16καὶ δι᾽ ὑμῶν διελθεῖν εἰς Μακεδονίαν καὶ πάλιν ἀπὸ Μακεδονίας ἐλθεῖν πρὸς ὑμᾶς καὶ ὑφ᾽ ὑμῶν προπεμφθῆναι εἰς τὴν Ἰουδαίαν.

καὶandδι᾽throughὑμῶνyouδιελθεῖνto pass throughεἰςintoΜακεδονίανMacedoniaκαὶandπάλινagainἀπὸfromΜακεδονίαςMacedoniaἐλθεῖνto comeπρὸςtoὑμᾶςyouκαὶandὑφ᾽byὑμῶνyouπροπεμφθῆναιto be set forwardεἰςtoτὴνtheἸουδαίαν.Judea.

17τοῦτο οὖν βουλόμενος μήτι ἄρα τῇ ἐλαφρίᾳ ἐχρησάμην, ἢ ἃ βουλεύομαι κατὰ σάρκα βουλεύομαι, ἵνα ᾖ παρ᾽ ἐμοὶ τὸ ναὶ ναὶ καὶ τὸ οὒ οὔ;

τοῦτοThusοὖνthereforeβουλόμενοςdecidingμήτιsurely not everἄραthenτῇtheἐλαφρίᾳlevityἐχρησάμην,did I use?OrwhatβουλεύομαιI purposeκατὰaccording toσάρκαfleshβουλεύομαι,do I purpose,ἵναso thatthere may beπαρ᾽withἐμοὶme myselfτὸtheναὶYesναὶyesκαὶandτὸtheοὒNoοὔ;no?

18πιστὸς δὲ ὁ θεός, ὅτι ὁ λόγος ἡμῶν ὁ πρὸς ὑμᾶς οὐκ ἔστιν ναὶ καὶ οὔ·

πιστὸςFaithfulδὲhowevertheθεός,God is,ὅτιthattheλόγοςwordἡμῶνof ustheπρὸςtoὑμᾶςyouοὐκnotἔστινwasναὶYesκαὶandοὔ·No;

19ὁ τοῦ θεοῦ γὰρ υἱὸς Ἰησοῦς Χριστὸς ὁ ἐν ὑμῖν δι᾽ ἡμῶν κηρυχθείς, δι᾽ ἐμοῦ καὶ Σιλουανοῦ καὶ Τιμοθέου, οὐκ ἐγένετο ναὶ καὶ οὒ, ἀλλὰ ναὶ ἐν αὐτῷ γέγονεν·

Theτοῦtheθεοῦof GodγὰρforυἱὸςSonἸησοῦςJesusΧριστὸςChristthe Oneἐνamongὑμῖνyouδι᾽throughἡμῶνusκηρυχθείς,having been proclaimedδι᾽throughἐμοῦmeκαὶandΣιλουανοῦSilvanusκαὶandΤιμοθέου,Timothy,οὐκnotἐγένετοwasναὶYesκαὶandοὒ,No,ἀλλὰbutναὶYesἐνinαὐτῷHimγέγονεν·it has always been;

20ὅσαι γὰρ ἐπαγγελίαι θεοῦ, ἐν αὐτῷ τὸ ναί· διὸ καὶ δι᾽ αὐτοῦ τὸ ἀμὴν τῷ θεῷ πρὸς δόξαν δι᾽ ἡμῶν.

ὅσαιAs many asγὰρforἐπαγγελίαιpromisesθεοῦ,of God there are,ἐνinαὐτῷHimτὸis theναί·Yes;διὸThereforeκαὶalsoδι᾽thorughαὐτοῦHimτὸtheἀμὴνAmenτῷtheθεῷto Godπρὸςis forδόξανgloryδι᾽throughἡμῶν.us.

21ὁ δὲ βεβαιῶν ἡμᾶς σὺν ὑμῖν εἰς Χριστὸν καὶ χρίσας ἡμᾶς θεός,

The OneδὲnowβεβαιῶνestablishingἡμᾶςusσὺνwithὑμῖνyouεἰςuntoΧριστὸνChristκαὶandχρίσαςhaving anointedἡμᾶςusθεός,is God,

22ὁ καὶ σφραγισάμενος ἡμᾶς καὶ δοὺς τὸν ἀρραβῶνα τοῦ πνεύματος ἐν ταῖς καρδίαις ἡμῶν.

the Oneκαὶalsoσφραγισάμενοςhaving sealedἡμᾶςusκαὶandδοὺςhaving givenτὸνtheἀρραβῶναpledgeτοῦof theπνεύματοςSpiritἐνinταῖςtheκαρδίαιςheartsἡμῶν.of us.

23Ἐγὼ δὲ μάρτυρα τὸν θεὸν ἐπικαλοῦμαι ἐπὶ τὴν ἐμὴν ψυχὴν ὅτι φειδόμενος ὑμῶν οὐκέτι ἦλθον εἰς Κόρινθον·

ἘγὼI myselfδὲhoweverμάρτυραas witnessτὸνtheθεὸνGodἐπικαλοῦμαιcallἐπὶuponτὴνtheἐμὴνmyψυχὴνsoulὅτιthatφειδόμενοςsparingὑμῶνyouοὐκέτιno longerἦλθονhave I comeεἰςtoΚόρινθον·Corinth;

24οὐχ ὅτι κυριεύομεν ὑμῶν τῆς πίστεως, ἀλλὰ συνεργοί ἐσμεν τῆς χαρᾶς ὑμῶν· τῇ γὰρ πίστει ἑστήκατε.

οὐχNotὅτιforκυριεύομενwe lord it overὑμῶνyourτῆςtheπίστεως,faith,ἀλλὰbutσυνεργοίfellow workersἐσμενareτῆςof theχαρᾶςjoyὑμῶν·with you;τῇin theγὰρforπίστειfaithἑστήκατε.you have stood firm.

2 Corinthians 2 ›