1 Timothy 1 in Greek

The Westcott and Hort text with a word by word English gloss under every Greek word. 306 words in 20 verses.

Open 1 Timothy 1 in the interlinear reader

1Παῦλος ἀπόστολος Χριστοῦ Ἰησοῦ κατ᾽ ἐπιταγὴν θεοῦ σωτῆρος ἡμῶν καὶ Χριστοῦ Ἰησοῦ τῆς ἐλπίδος ἡμῶν

ΠαῦλοςPaulἀπόστολοςan apostleΧριστοῦChristἸησοῦJesusκατ᾽according toἐπιταγὴνthe commandθεοῦof Godσωτῆροςthe Saviorἡμῶνof usκαὶandΧριστοῦChristἸησοῦJesusτῆςtheἐλπίδοςhopeἡμῶνof us

2Τιμοθέῳ γνησίῳ τέκνῳ ἐν πίστει· χάρις, ἔλεος, εἰρήνη ἀπὸ θεοῦ πατρὸς καὶ Χριστοῦ Ἰησοῦ τοῦ κυρίου ἡμῶν.

ΤιμοθέῳTo Timothyγνησίῳmy trueτέκνῳchildἐνinπίστει·the faith:χάρις,Grace,ἔλεος,mercy,εἰρήνηand peaceἀπὸfromθεοῦGodπατρὸςthe FatherκαὶandΧριστοῦChristἸησοῦJesusτοῦtheκυρίουLordἡμῶν.of us.

3Καθὼς παρεκάλεσά σε προσμεῖναι ἐν Ἐφέσῳ πορευόμενος εἰς Μακεδονίαν ἵνα παραγγείλῃς τισὶν μὴ ἑτεροδιδασκαλεῖν

Καθὼςeven asπαρεκάλεσάI urgedσεyouπροσμεῖναιto remainἐνinἘφέσῳEphesusπορευόμενοςwhen I was goingεἰςtoΜακεδονίανMacedoniaἵναso thatπαραγγείλῃςyou may warnτισὶνcertain menμὴnotἑτεροδιδασκαλεῖνto teach other doctrines

4μηδὲ προσέχειν μύθοις καὶ γενεαλογίαις ἀπεράντοις, αἵτινες ἐκζητήσεις παρέχουσιν μᾶλλον ἢ οἰκονομίαν θεοῦ τὴν ἐν πίστει.

μηδὲnorπροσέχεινto give heedμύθοιςto mythsκαὶandγενεαλογίαιςto genealogiesἀπεράντοις,endless,αἵτινεςwhichἐκζητήσειςspeculationsπαρέχουσινbringμᾶλλονratherthanοἰκονομίανstewardshipθεοῦof Godτὴνwhich isἐνinπίστει.faith.

5τὸ δὲ τέλος τῆς παραγγελίας ἐστὶν ἀγάπη ἐκ καθαρᾶς καρδίας καὶ συνειδήσεως ἀγαθῆς καὶ πίστεως ἀνυποκρίτου,

τὸtheδὲAndτέλοςthe goalτῆςtheπαραγγελίαςof our instructionἐστὶνisἀγάπηloveἐκout ofκαθαρᾶςa pureκαρδίαςheartκαὶandσυνειδήσεωςa conscienceἀγαθῆςgoodκαὶandπίστεωςa faithἀνυποκρίτου,sincere,

6ὧν τινες ἀστοχήσαντες ἐξετράπησαν εἰς ματαιολογίαν

ὧνfrom whichτινεςsomeἀστοχήσαντεςhaving missed the markἐξετράπησανthey have turned asideεἰςtoματαιολογίανmeaningless discourse

7θέλοντες εἶναι νομοδιδάσκαλοι, μὴ νοοῦντες μήτε ἃ λέγουσιν μήτε περὶ τίνων διαβεβαιοῦνται.

θέλοντεςdesiringεἶναιto beνομοδιδάσκαλοι,teachers of the Law,μὴnotνοοῦντεςunderstandingμήτεneitherwhatλέγουσινthey are sayingμήτεnorπερὶthat aboutτίνωνwhichδιαβεβαιοῦνται.they confidently assert.

8Οἴδαμεν δὲ ὅτι καλὸς ὁ νόμος ἐάν τις αὐτῷ νομίμως χρῆται,

ΟἴδαμενWe knowδὲnowὅτιthatκαλὸςgood istheνόμοςlawἐάνifτιςoneαὐτῷitνομίμωςlawfullyχρῆται,shall use,

9εἰδὼς τοῦτο, ὅτι δικαίῳ νόμος οὐ κεῖται, ἀνόμοις δὲ καὶ ἀνυποτάκτοις, ἀσεβέσιν καὶ ἁμαρτωλοῖς, ἀνοσίοις καὶ βεβήλοις, πατρολῴαις καὶ μητρολῴαις, ἀνδροφόνοις,

εἰδὼςknowingτοῦτο,this,ὅτιthatδικαίῳfor a righteous oneνόμοςlawοὐnotκεῖται,is enacted,ἀνόμοιςfor the lawlessδὲhoweverκαὶandἀνυποτάκτοις,insubordinate,ἀσεβέσινfor the ungodlyκαὶandἁμαρτωλοῖς,sinful,ἀνοσίοιςfor the unholyκαὶandβεβήλοις,profane,πατρολῴαιςfor murderers of fathersκαὶandμητρολῴαις,murderers of mothers,ἀνδροφόνοις,for slayers of man,

10πόρνοις, ἀρσενοκοίταις, ἀνδραποδισταῖς, ψεύσταις, ἐπιόρκοις, καὶ εἴ τι ἕτερον τῇ ὑγιαινούσῃ διδασκαλίᾳ ἀντίκειται

πόρνοις,for the sexually immoral,ἀρσενοκοίταις,for homosexuals,ἀνδραποδισταῖς,for enslavers,ψεύσταις,for liars,ἐπιόρκοις,for perjurers,καὶandεἴifτιanythingἕτερονotherτῇwhichὑγιαινούσῃto soundδιδασκαλίᾳteachingἀντίκειταιis opposed

11κατὰ τὸ εὐαγγέλιον τῆς δόξης τοῦ μακαρίου θεοῦ, ὃ ἐπιστεύθην ἐγώ.

κατὰaccording toτὸtheεὐαγγέλιονgospelτῆςof theδόξηςgloryτοῦof theμακαρίουblessedθεοῦ,God,with whichἐπιστεύθηνwas entrustedἐγώ.I myself.

12χάριν ἔχω τῷ ἐνδυναμώσαντί με Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν ὅτι πιστόν με ἡγήσατο θέμενος εἰς διακονίαν,

χάρινThankfulnessἔχωI haveτῷfor the Oneἐνδυναμώσαντίhaving strengthenedμεmeΧριστῷfor ChristἸησοῦJesusτῷtheκυρίῳLordἡμῶνof usὅτιthatπιστόνfaithfulμεmeἡγήσατοHe esteemedθέμενοςhaving appointed meεἰςtoδιακονίαν,service,

13τὸ πρότερον ὄντα βλάσφημον καὶ διώκτην καὶ ὑβριστήν· ἀλλ᾽ ἠλεήθην, ὅτι ἀγνοῶν ἐποίησα ἐν ἀπιστίᾳ·

τὸtheπρότερονformerlyὄνταbeingβλάσφημονa blasphemerκαὶandδιώκτηνa persecutorκαὶandὑβριστήν·insolent;ἀλλ᾽butἠλεήθην,I was shown mercy,ὅτιbecauseἀγνοῶνbeing ignorantἐποίησαI did itἐνinἀπιστίᾳ·unbelief;

14ὑπερεπλεόνασεν δὲ ἡ χάρις τοῦ κυρίου ἡμῶν μετὰ πίστεως καὶ ἀγάπης τῆς ἐν Χριστῷ Ἰησοῦ.

ὑπερεπλεόνασενSurpassingly increasedδὲthentheχάριςgraceτοῦof theκυρίουLordἡμῶνof usμετὰwithπίστεωςthe faithκαὶandἀγάπηςloveτῆςthat areἐνinΧριστῷChristἸησοῦ.Jesus.

15Πιστὸς ὁ λόγος καὶ πάσης ἀποδοχῆς ἄξιος ὅτι Χριστὸς Ἰησοῦς ἦλθεν εἰς τὸν κόσμον ἁμαρτωλοὺς σῶσαι, ὧν πρῶτός εἰμι ἐγώ·

ΠιστὸςTrustworthy istheλόγοςsayingκαὶandπάσηςof fullἀποδοχῆςacceptanceἄξιοςworthyὅτιthatΧριστὸςChristἸησοῦςJesusἦλθενcameεἰςintoτὸνtheκόσμονworldἁμαρτωλοὺςsinnersσῶσαι,to save,ὧνof whomπρῶτόςthe foremostεἰμιamἐγώ·I myself;

16ἀλλὰ διὰ τοῦτο ἠλεήθην, ἵνα ἐν ἐμοὶ πρώτῳ ἐνδείξηται Χριστὸς Ἰησοῦς τὴν ἅπασαν μακροθυμίαν πρὸς ὑποτύπωσιν τῶν μελλόντων πιστεύειν ἐπ᾽ αὐτῷ εἰς ζωὴν αἰώνιον.

ἀλλὰButδιὰbecause ofτοῦτοthisἠλεήθην,I was shown mercy,ἵναthatἐνinἐμοὶme myselfπρώτῳthe foremostἐνδείξηταιmay displayΧριστὸςChristἸησοῦςJesusτὴνtheἅπασανhis perfectμακροθυμίανpatienceπρὸςasὑποτύπωσινa patternτῶνfor thoseμελλόντωνbeing aboutπιστεύεινto believeἐπ᾽onαὐτῷHimεἰςtoζωὴνlifeαἰώνιον.eternal.

17Τῷ δὲ βασιλεῖ τῶν αἰώνων, ἀφθάρτῳ ἀοράτῳ μόνῳ θεῷ, τιμὴ καὶ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν.

Τῷtheδὲnowβασιλεῖto the Kingτῶνof theαἰώνων,ages,ἀφθάρτῳthe immortalἀοράτῳinvisibleμόνῳonlyθεῷ,God,τιμὴbe honorκαὶandδόξαgloryεἰςtoτοὺςtheαἰῶναςagesτῶνof theαἰώνων,ages,ἀμήν.Amen.

18Ταύτην τὴν παραγγελίαν παρατίθεμαί σοι, τέκνον Τιμόθεε, κατὰ τὰς προαγούσας ἐπὶ σὲ προφητείας, ἵνα στρατεύῃ ἐν αὐταῖς τὴν καλὴν στρατείαν

ΤαύτηνThisτὴνtheπαραγγελίανchargeπαρατίθεμαίI commitσοι,to you,τέκνονmy childΤιμόθεε,Timothy,κατὰaccording toτὰςtheπροαγούσαςgoing beforeἐπὶas toσὲyouπροφητείας,prophecies,ἵναthatστρατεύῃyou may warἐνbyαὐταῖςthemτὴνtheκαλὴνgoodστρατείανwarfare

19ἔχων πίστιν καὶ ἀγαθὴν συνείδησιν, ἥν τινες ἀπωσάμενοι περὶ τὴν πίστιν ἐναυάγησαν,

ἔχωνholdingπίστινfaithκαὶandἀγαθὴνa goodσυνείδησιν,conscience,ἥνwhichτινεςsomeἀπωσάμενοιhaving cast awayπερὶconcerningτὴνtheπίστινfaithἐναυάγησαν,caused a shipwreck,

20ὧν ἐστιν Ὑμέναιος καὶ Ἀλέξανδρος οὓς παρέδωκα τῷ σατανᾷ ἵνα παιδευθῶσιν μὴ βλασφημεῖν.

ὧνamong whomἐστινareὙμέναιοςHymenaeusκαὶandἈλέξανδροςAlexanderοὓςwhomπαρέδωκαI have handed overτῷtheσατανᾷto Satanἵναthatπαιδευθῶσινthey may be disciplinedμὴnotβλασφημεῖν.to blaspheme.

1 Timothy 2 ›